- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里奉命迎击侵入叙利亚的托勒密,却在加沙遭遇惨败;面对托勒密慷慨归还辎重和俘获友伴的宽宏之举,他誓言报恩并迅速重整军队备战。
ἐπεὶ δέ, ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις διὰ τὸ νεῖκος καὶ τὴν φιλίαν ἔνεστι διαφορὰ πρὸς ἄλληλα καὶ πόλεμος, μᾶλλον δὲ τοῖς ἀλλήλων ἁπτομένοις καὶ πελάζουσιν, οὕτω τὸν πᾶσι τοῖς Ἀλεξάνδρου διαδόχοις πρὸς ἀλλήλους ὄντα συνεχῆ πόλεμον αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι πρὸς ἐνίους ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον, ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον,1 αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δʼ ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας ἠθληκότι πολλοὺς καὶ μεγάλους καθʼ αὑτὸν ἀγῶνας, ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων.
然而,由于正如在恩培多克勒的元素中,因争斗与友爱而存在着相互的分裂与战争,且在彼此接触和临近者之间尤为剧烈,同样,利益与疆域的接壤使亚历山大所有继业者之间持续存在的战争,在某些人之间更为显著且燃烧得更为炽烈——正如当时安提柯与托勒密之间那样——,安提柯本人当时滞留在弗里吉亚,但他听说托勒密已从塞浦路斯渡海,正在劫掠叙利亚并攻取逼迫各城邦,便派出了他的儿子德米特里。德米特里当时年方二十二岁,在重大军国要务中初次独立统军。但他作为一个年轻无经验之人,遭遇的是一位出自亚历山大的角力场、曾独当一面历经诸多重大战斗的人物,因而他在加沙城附近战败受挫,部下八千人被俘,五千人阵亡。
ἀπέβαλε δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλως σύμπασαν τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα μὲν αὐτῷ Πτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων,2 εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡς οὐ περὶ πάντων ἅμα, περὶ δόξης δὲ καὶ ἀρχῆς πολεμητέον ἐστὶν αὐτοῖς. Δημήτριος δὲ δεξάμενος εὔξατο τοῖς θεοῖς μὴ πολὺν χρόνον ὀφειλέτην γενέσθαι Πτολεμαίῳ χάριτος, ἀλλὰ ταχέως ἀμείψασθαι διὰ τῶν ὁμοίων.
他甚至丧失了帐篷、钱财以及整套随身侍从设施。然而托勒密将这些同德米特里的被俘友伴一并归还给他,并发表了一番通情达理且宽大仁慈的言辞,声明他们作战不应当同时为了一切,而应当为了荣誉与统治权。德米特里收到后,向诸神祈求不要长久欠下托勒密的这份恩情,而是能够迅速以同样的举动予以回报。
καὶ πάθος οὐ μειρακίου παθὼν3 ἐν ἀρχῇ πράξεως ἀνατραπέντος, ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ κεχρημένου πραγμάτων μεταβολαῖς, ἀνδρῶν τε συλλογῆς καὶ κατασκευῆς ὅπλων ἐπεμελεῖτο καὶ τὰς πόλεις διὰ χειρὸς εἶχε καὶ τοὺς ἀθροιζομένους ἐγύμναζεν.
他并未显露出一个在事业初期受挫的少年的心境,而是展现出一位习惯了局势变幻的沉稳将领的风范,既操持兵员的招募与武器的制造,又紧紧掌控各城邦,并操练聚集起来的士兵。
- 5.1ἐπεὶ δέ, ὥσπερ ἐν τοῖς Ἐμπεδοκλέους στοιχείοις ... ὥσπερ Ἀντιγόνῳ τότε πρὸς Πτολεμαῖον
一个包含长句结构的复合句周期。由连词 ἐπεὶ δέ 引导的从属从句的主干为 αἱ τῶν πραγμάτων καὶ τῶν τόπων συνάφειαι(主语)... ἐποίουν ἐπιφανέστερον καὶ μᾶλλον ἐξέκᾳον(动词),其内部嵌套了 ὥσπερ... οὕτω... 的比喻结构。主句直至 αὐτὸς μὲν Ἀντίγονος ... κατέπεμψε τὸν υἱὸν Δημήτριον 处才正式展开。
- 5.3μετὰ τῶν φίλων
介词短语 μετὰ τῶν φίλων 表示与直接宾语 ταῦτα(帐篷、资财及随从等)相随伴随的事物/人。在语境中,τῶν φίλων 并非指“托勒密遣出的作为使节的己方友人”,而是指“在前述战役中被俘的德米特里一方的同伴”(即上文 ὀκτακισχιλίων ἁλόντων 的一部分),托勒密将其免除赎金一并放归。
- 5.4πάθος οὐ μειρακίου παθὼν
同源宾语(同族内含宾格)结构(πάθος ... παθών)。宾格名词 πάθος 由表示性质与特征的属格短语 οὐ μειρακίου ... ἀλλʼ ἐμβριθοῦς στρατηγοῦ 所修饰,意为“并未展现出受挫年轻人的心理反应,而是展现出沉稳将领的作风”。
