- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:49.1-49.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯夜袭未果,次日作战时雇佣兵被塞琉古亲自劝降,导致其陷入绝境。逃路被断的德米特里乌斯欲自杀被劝止,最终决定向塞琉古投降。
ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουμένου τὰς καταλύσεις ἐγγύς, ἀναστήσας ὁ Δημήτριος τὸ στράτευμα νυκτὸς ἐβάδιζεν ἐπʼ αὐτὸν ἀγνοοῦντα μέχρι πολλοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινων παραγενομένων καὶ φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας ἐκέλευσε σημαίνειν, ἅμα τὰς κρηπῖδας ὑποδούμενος καὶ βοῶν πρὸς τοὺς ἑταίρους ὡς θηρίῳ δεινῷ συμπέπλεκται. Δημήτριος δὲ τῷ θορύβῳ τῶν πολεμίων αἰσθόμενος ὅτι μεμήνυται, κατὰ τάχος ἀπῆγεν.
塞琉古现身并在附近扎营,德米特里乌斯便趁夜调动军队,向久未察觉、仍在熟睡的塞琉古进发。但有几个逃兵赶来通报了险情,塞琉古惊惶跳起,一边穿上军靴,一边下令吹号示警,并对身边的同伴大喊,说自己正在与一头可怕的野兽搏斗。德米特里乌斯听见敌营的骚动,察觉到行踪已泄露,便迅速率军撤离。
ἅμα δʼ ἡμέρᾳ προσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰ τῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ κράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενος αὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν, ἤδη ποτὲ συμφρονήσαντας1 ὅτι φειδόμενος ἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν διατετέλεκεν.
天刚破晓,塞琉古便紧逼而来,德米特里乌斯派出身边的一名将领突击另一侧翼,击溃了敌人的一部分兵力。但随后塞琉古亲自下马,摘下头盔,手持一面轻盾迎上前去面对那些雇佣兵,向他们展示自己并劝他们倒戈,让他们明白他长久以来手下留情顾惜的是他们,而不是德米特里乌斯。
ἐκ τούτου πάντες ἀσπαζόμενοι καὶ βασιλέα προσαγορεύοντες μεθίσταντο. Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπʼ αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφυγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων προσέμενε τὴν νύκτα, βουλόμενος, εἰ δύναιτο, τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι2 καὶ διεκπεσεῖν ἐπὶ τὴν θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν.
于是雇佣兵们全都向他致敬,尊称他为王,并归顺了他。德米特里乌斯意识到在他所经历的无数变故中,这是最致命的一次绝境降临到了自己身上,便折道逃往阿马诺斯关隘;他带领几位朋友和为数甚少的随从躲入一片遮天蔽日的密林,等待黑夜降临,希望如果可能的话,取道通往考诺斯的路线突围至海边,期盼在那里能找到他的舰队基地。
ὡς δὲ ἔγνω μηδὲ ἐκείνης τῆς ἡμέρας ἐφόδιον ἔχοντας αὐτούς, ἐπʼ ἄλλων ἐγένετο λογισμῶν. εἶτα μέντοι Σωσιγένης ἐπῆλθεν, ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους ὑπεζωσμένος· καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιομένων πρὸς αὐταῖς πολεμίων ἀπογνόντες ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον, οὔτε πάντες (ἔνιοι γὰρ ἀπέδρασαν) οὔτε ὁμοίως οἱ παραμένοντες πρόθυμοι·3 τολμήσαντος δέ τινος εἰπεῖν τι, ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι Δημήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶ παραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι. καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθʼ ἑαυτόν.
但当他得知他们连当天的干粮都没有时,便另作盘算。随后,他的同伴索西格内斯赶来,腰间缠着四百枚金币;于是他们希望能靠这笔钱支撑到海边,便趁着黑夜向山口进发。但由于敌人的篝火在山口燃烧,他们只得放弃这条道路,再次返回原地;然而并非全员返回(因为有人逃跑了),留下的人也不再像先前那样充满斗志;当有人斗胆进言,说德米特里乌斯应当向塞琉古交出自身投降时,他拔出佩剑企图自刎,但朋友们围上前来百般劝慰,说服他依计而行。于是他派人去见塞琉古,将自己的一切全权托付给他。
- 49.2συμφρονήσαντας
依意构词(constructio ad sensum)现象。前面的雇佣兵本由动词 ἀπήντα 支配而作与格(τοῖς μισθοφόροις),但在支配不定式 μεταβαλέσθαι 的分词 παρακαλῶν 影响下,该分词转为作不定式逻辑主语的宾格复数形式。
- 49.3τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι
中间态不定式 λαβέσθαι 支配部分属格或接触属格(τῆς... ὁδοῦ),表示“抓住/取道前往考诺斯的路线”。
- 49.4οὔτε πάντες (ἔνιοι γὰρ ἀπέδρασαν) οὔτε ὁμοίως οἱ παραμένοντες πρόθυμοι
主格部分同位语,附属于前述动词 ἀνεχώρησαν 的复数主语。这是一种省略结构,意为“并非全员[撤回]……留下来的人也不再同样积极”。
