- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:48.1-48.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯遭塞琉古围困后奋起反击并占得上风,正欲决战却染上重病导致部下离散;他在康复后佯动行军,翻越阿马诺斯山掠夺了屈莱斯提克平原。
ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέλευσεν αὐτόν, εἰ βούλεται, δύο μῆνας ἐν τῇ Καταονίᾳ χειμάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁμήρους, ἅμα δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόμενος, ὥσπερ θηρίον, ὁ Δημήτριος κύκλῳ καὶ περιβαλλόμενος, ὑπʼ ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατέτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συμπλεκόμενος ἀεὶ πλέον εἶχε.
然而塞琉古怀疑这一切,下令若他愿意,可以在交出最重要的朋友充当人质的条件下在卡塔奥尼亚过冬两个月;与此同时,塞琉古正命人筑墙封锁通往叙利亚的隘口。因此,德米特里乌斯如野兽般被四面围困,走投无路之下被迫付诸武力反抗;他劫掠这一带乡村,并在与发起进攻的塞琉古交锋时屡占上风。
καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων ὑποστὰς τροπὴν ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε.1 καὶ ὅλως ἐπῆρτο τῇ γνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρηκότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοις ἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν.
有一次,当敌人用刀轮战车向他冲锋时,他顶住冲击并将其击退;他又赶跑了筑墙封锁通往叙利亚隘口的人,夺取了那些隘口。他精神大振,见士兵们也重拾士气,便准备与如今自己也陷入困境的塞琉古一决雌雄,以争夺最大的奖赏。
ἀπέστρεψε μὲν γὰρ τὴν παρὰ Λυσιμάχου βοήθειαν ἀπιστῶν καὶ φοβούμενος, αὐτὸς δὲ καθʼ ἑαυτὸν ὤκνει τῷ Δημητρίῳ συνάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ καὶ τὴν ἀεὶ μεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν τὰς μεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσος μέντοι βαρεῖα τὸν Δημήτριον ἐν τούτῳ καταλαβοῦσα τό τε σῶμα δεινῶς ἐκάκωσε καὶ τὰ πράγματα παντάπασι διέφθειρεν. οἱ μὲν γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεμίους, οἱ δὲ διερρύησαν αὐτοῦ τῶν στρατιωτῶν.
因为塞琉古出于猜忌和恐惧回绝了吕西马库斯的援军,但单凭自身力量又不敢与德米特里乌斯正面交锋,畏惧对方绝望下的困兽之斗,以及其总能从绝境翻转迎来最大幸运的反复无常之运道。然而,此时一场严重的疾病击倒了德米特里乌斯,使他身体极度衰弱,让他的局势全盘崩溃:他的士兵中,有些人投奔了敌人,有些人则四散逃亡。
μόλις δὲ ἐν ἡμέραις τεσσαράκοντα ῥαΐσας καὶ τοὺς ὑπολοίπους ἀναλαβών, καὶ ὁρμήσας, ὅσον ἰδεῖν καὶ δοξάσαι τοὺς πολεμίους,2 ἐπὶ Κιλικίας, εἶτα νυκτὸς ἄνευ σάλπιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀμανὸν ὑπερβαλὼν ἐπόρθει τὴν κάτω χώραν ἄχρι τῆς Κυρρηστικῆς.
他在四十天后才勉强痊愈,重整余部,先是向基利基亚虚晃一枪,足以让敌人看见并信以为真,随后在夜间不鸣军号拔营,折向相反方向,翻越阿马诺斯山,蹂躏洗劫了下方的平原地区,直达屈莱斯提克。
- 48.2τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε
动词 ἐκράτησε 支配属格 τῶν εἰς Συρίαν ὑπερβολῶν(表示掌控的属格),其间插入了分词短语 τοὺς ἀποτειχίζοντας ἐξελάσας(其中宾格短语作分词 ἐξελάσας 的宾语),意为“赶跑了那些筑墙封锁通往叙利亚隘口的人,夺取了这些隘口”。
- 48.4ὅσον ἰδεῖν καὶ δοξάσαι τοὺς πολεμίους
由 ὅσον 后接不定式 ἰδεῖν 和 δοξάσαι 及其宾格逻辑主语 τοὺς πολεμίους 构成的限制/结果结构,意为“足以让敌人看见并信以为真(的程度)”,表示仅为达到伪装与佯攻目的而做出的最小限度移动。
