- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:50.1-50.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞琉古本欲优待归降的德米特里乌斯,但随从们的猜忌与进谗引发其警惕,遂将德米特里乌斯软禁并安置在叙利亚切尔索尼斯。
ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δημητρίου τύχῃ σώζεσθαι Δημήτριον, ἀλλὰ τῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φιλανθρωπίας καὶ χρηστότητος ἐπίδειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητὰς σκηνήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε, καὶ τἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς.
塞琉古听后表示,德米特里乌斯获救并非由于德米特里乌斯的幸运,而是由于他自己的幸运,因为这幸运在其他诸般好事之外,赐予了他展现仁爱与宽厚的机会。他召来管事人员,吩咐他们搭起一座王家帐篷,并大度而隆重地准备与安排迎接和款待所需的一切。
ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ, τοῦ Δημητρίου γεγονὼς συνήθης· τοῦτον εὐθὺς ἐξέπεμψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν.1 φανερᾶς δὲ τῆς γνώμης αὐτοῦ γενομένης ὀλίγοι τὸ πρῶτον, εἶτα οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δημήτριον, ἁμιλλώμενοι καὶ φθάνοντες ἀλλήλους· ἠλπίζετο γὰρ εὐθὺς παρὰ τῷ Σελεύκῳ μέγιστος ἔσεσθαι.
塞琉古身边有一位名叫阿波罗尼德斯的人,曾是德米特里乌斯的密友;塞琉古立即派他前去见德米特里乌斯,好让德米特里乌斯心情更加舒畅,放心地把塞琉古当作姻亲和家人来相见。当塞琉古的意图显露出来时,起初是少数人,随后塞琉古的大多数密友都争先恐后地奔向德米特里乌斯;因为人们期望他很快就会在塞琉古身边成为地位最为显赫之人。
τοῦτο δὲ ἐκείνῳ μὲν εἰς φθόνον μετέβαλε τὸν ἔλεον, τοῖς δὲ κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ διαφθεῖραι τὴν φιλανθρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλʼ ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα, μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν.2
然而,这一情况却使塞琉古的怜悯变成了嫉妒,并为心怀不轨与嫉妒之人提供了阻止并破坏国王仁心的机会,他们恐吓塞琉古说,不会有所拖延,只要此人一露面,军营中就会立即爆发巨大的骚乱。
ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημήτριον ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλλων ἐπερχομένων καὶ λόγους θαυμαστοὺς ἀπαγγελλόντων περὶ τοῦ Σελεύκου, καὶ τοῦ Δημητρίου μετὰ τηλικαύτην δυστυχίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παράδοσιν τοῦ σώματος αἰσχρὰν πεποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας3 ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶ ἱππεῖς περὶ χιλίους.
正当阿波罗尼德斯兴高采烈地赶到德米特里乌斯面前,其他人也接踵而至并转述关于塞琉古的极佳言辞,而德米特里乌斯在历经这般厄运与困顿之后,即便先前认为投降献身是可耻的举动,此时也因重拾勇气并坚信这些希望而改变了想法之际,鲍萨尼亚斯率领着步骑兵共约千人赶到了。
καὶ τούτοις περισχὼν τὸν Δημήτριον ἄφνω, τοὺς δὲ ἄλλους ἀποστήσας, Σελεύκῳ μὲν αὐτὸν εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συριακὴν ἀπήγαγεν, ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπισταθείσης θεραπεία μὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου καὶ χρήματα καὶ δίαιτα παρεσκευάζετο καθʼ ἡμέραν οὐ μεμπτή, δρόμοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι θήρας ἔχοντες ἀπεδείχθησαν· ἦν δὲ καὶ τῶν φίλων τῶν συμφυγόντων τῷ βουλομένῳ συνεῖναι, καὶ παρʼ αὐτὸν τινες ὅμως ἐπιφοιτῶντες ἀπὸ τοῦ Σελεύκου ἧκον κομίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες, ὡς, ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ, διεθησόμενον.4
他率这些人突然将德米特里乌斯包围,驱离了其余众人,并未让他与塞琉古相见,而是将他押送到了叙利亚切尔索尼斯。在那里,虽然此后驻守了严密的守卫,但塞琉古送来了充足的侍从,每日提供无可挑剔的资财与起居供给,还拨给他王家专用的跑马场、林荫散步道和带有猎物的苑囿;与他一同流亡的朋友中,凡愿意相伴者皆可随他居住,来自塞琉古的使者仍时常前来,带来温和宽厚之词,勉励他振作精神,并称一旦安条克携斯特拉托妮克归来,一切自会得到妥善安置。
- 50.2ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν
由 ὅπως 引导、带有虚拟语气 γένηται 的目的从句之后,接续了带有分词 θαρρῶν 的不定式 ἀπαντᾶν。不定式 ἀπαντᾶν 既可看作直接依附于主动词 ἐξέπεμψε 的目的不定式,也可理解为句式从 ὅπως 从句自然过渡到表示目的或结果的不定式结构(“以便他心情舒畅并放心地相见”)。
- 50.3ὡς οὐκ εἰς ἀναβολάς, ἀλλʼ ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα, μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν
连词 ὡς 引导了独立属格(绝对属格)μεγάλων ἐσομένων ... νεωτερισμῶν。在此处,ὡς 依附于分词 ἐκφοβήσασιν,引出告诫与恐吓的主观理由或内容,即“声称……将会发生巨大的骚乱”。
- 50.4ἄρτι δὴ τοῦ Ἀπολλωνίδου ... τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας
主句的核心是 ἦλθε Παυσανίας(“鲍萨尼亚斯赶到了”),在此之前由 ἄρτι(“正当……之时”)引出了一连串并列叠加的独立属格结构(τοῦ Ἀπολλωνίδου ... ἀφιγμένου、τῶν ἄλλων ἐπερχομένων ...、τοῦ Δημητρίου ... μετεγνωκότος),其间还嵌套了一个让步从句(εἰ καί...),构成长距离的句式悬置。
- 50.6ὡς, ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ, διεθησόμενον
由 ὡς 引导的中性单数将来被动态分词 διεθησόμενον 在此用作对格绝对结构(accusative absolute)。它在间接引语中表示使者们带来的温和宽厚之词(ἐπιεικεῖς λόγους)的内容,指示非人称的客观事态(“事情将得到妥善处置”)。
