- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:47.1-47.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯因饥荒与疫病损失惨重,退入基利基亚并向塞琉古求援;但塞琉古在帕特洛克利斯劝谏下率军压境,迫使德米特里乌斯退守陶鲁斯险地并再次请乞容留。
τέλος δὲ καὶ νόσου τῷ λιμῷ συνεπιτιθεμένης, ὥσπερ εἴωθεν, ἐπὶ βρώσεις ἀναγκαίας τρεπομένων,1 τοὺς πάντας οὐκ ἐλάσσονας ὀκτακισχιλίων ἀποβαλὼν ἀνῆγεν ὀπίσω τοὺς λοιπούς· καὶ καταβὰς εἰς Ταρσὸν ἐβούλετο μὲν ἀπέχεσθαι τῆς χώρας, οὔσης ὑπὸ Σελεύκῳ τότε, καὶ πρόφασιν ἐκείνῳ μηδεμίαν παρασχεῖν, ὡς δὲ ἦν ἀμήχανον, ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, γράφει πρὸς Σέλευκον ἐπιστολὴν μακρόν τινα τῆς αὑτοῦ τύχης ὀδυρμόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεμίοις συναλγῆσαι πεπονθότος.2 Ἐπικλασθέντος δέ πως Σελεύκου, καὶ γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς ὅπως αὐτῷ τε τῷ Δημητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάμει τροφὴν ἄφθονον παρέχωσιν, ἐπελθὼν Πατροκλῆς, ἀνὴρ συνετὸς εἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ τὸ τῆς δαπάνης ἔφη πλεῖστον εἶναι τῶν Δημητρίου στρατιωτῶν τρεφομένων, ἀλλʼ ἐνδιατρίβοντα τῇ χώρᾳ Δημήτριον οὐ καλῶς περιορᾶν αὐτόν,3 ὃς ἀεὶ βιαιότατος ὢν καὶ μεγαλοπραγμονέστατος βασιλέων νῦν ἐν τύχαις γέγονεν αἳ καὶ τοὺς φύσει μετρίους ἐξάγουσι τολμᾶν καὶ ἀδικεῖν.
最终,正如人们被迫依赖勉强维生的粗劣食物时常有的情形那样,瘟疫也伴随饥荒而至;德米特里乌斯在损失了总共不少于八千人之后,率领余部折返。及至他下抵塔尔苏斯时,因该地当时隶属于塞琉古,他本意是想约束军队避开该地区,不给对方任何借口;然而这却无法办到,因为士兵们陷入了极端匮乏的境地,而且阿加托克利斯已将陶鲁斯山脉的隘道筑墙封堵。于是德米特里乌斯致信塞琉古,先是对自己的厄运痛陈长篇哀叹,继而恳切祈求对方怜恤一个遭受了哪怕仇敌也会为之同情之苦难的亲戚。塞琉古颇为动容,遂致信当地的将领们,命他们向德米特里乌斯本人提供王家用度的物资,向其军队供给充足的食粮;但被公认为足智多谋且为塞琉古忠友的帕特洛克利斯进言道,供给德米特里乌斯的士兵,其花费并非关键,关键在于塞琉古纵容德米特里乌斯在该地区盘桓实非上策——德米特里乌斯历来是诸王中最暴戾且最喜图谋大事之人,如今更身陷险境,而这种逆境甚至能驱使生性温和之人去行险作恶。
ἐκ τούτου παροξυνθεὶς ὁ Σέλευκος ἐξώρμησεν εἰς Κιλικίαν μετὰ πολλῆς δυνάμεως. ὁ δὲ Δημήτριος ἐκπλαγεὶς τῇ δι’ ὀλίγου μεταβολῇ τοῦ Σελεύκου καὶ φοβηθείς, ὑπέστειλε τοῖς ὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεμπόμενος ἠξίου μάλιστα μὲν αὐτὸν περιϊδεῖν τῶν αὐτονόμων τινὰ βαρβάρων κτησάμενον ἀρχήν,4 ἐν ᾗ καταβιώσεται πλάνης καὶ φυγῆς παυσάμενος, εἰ δὲ μή, τὸν χειμῶνα διαθρέψαι τὴν δύναμιν αὐτόθι, καὶ μὴ πάντων ἐνδεᾶ καὶ γυμνὸν ἐξελαύνειν καὶ προβάλλειν τοῖς πολεμίοις.
塞琉古因此受到触动,率大军开拔进驻基利基亚。德米特里乌斯对塞琉古态度的突变深感震骇与恐惧,遂退守至陶鲁斯山脉最险固的据点,并派使者恳求塞琉古:最好能容许他获取独立蛮族的某一统治领地,以便他在其中安度余生,免于颠沛流离;退而求其次,也请在冬季于当地供养其军队,而不要将他驱逐出去,让他赤手空拳、一无所有地暴露在仇敌面前。
- 47.1ἐπὶ βρώσεις ἀναγκαίας τρεπομένων
无显式逻辑主语的属格独立结构,其主语隐含指士兵们。该分句说明疫病并发的背景,即士兵们在饥荒中被迫取食勉强糊口的代用食物。
- 47.2ἄξια καὶ πολεμίοις συναλγῆσαι πεπονθότος
分词 πεπονθότος 为属格,修饰前面的 ἀνδρὸς οἰκείου,其中宾格中性复数 ἄξια 作其内宾语;不定式 συναλγῆσαι(支配与格 πολεμίοις)作 ἄξια 的说明性限制成分,意为“遭受了即便是仇敌也应为之同情之苦难”。
- 47.3οὐ καλῶς περιορᾶν αὐτόν
间接引语中的“宾格加不定式”结构。不定式 περιορᾶν 的逻辑主语为指代塞琉古的宾格代词 αὐτόν,其宾语为 Δημήτριον,并附带作宾语补足成分的分词 ἐνδιατρίβοντα,意即“他(塞琉古)放任德米特里乌斯盘桓于境内是不妥当的”。
- 47.4περιϊδεῖν τῶν αὐτονόμων τινὰ βαρβάρων κτησάμενον ἀρχήν
在动词 ἠξίου 之后由不定式 περιϊδεῖν(纵容、准许)构成的结构。不定式带有隐去(或由上下文确定)的指代德米特里乌斯的宾格逻辑主语,与其相一致的是不定过去时分词 κτησάμενον,τινὰ ... ἀρχήν 为其宾语,τῶν αὐτονόμων... βαρβάρων 则作为客观属格依附于 ἀρχήν。
