← 普鲁塔克

德米特里传

§46.1-46.5

德米特里乌斯进军亚洲与内陆困境

恢复权势的德米特里乌斯围攻背叛的雅典,但在克拉特斯的劝说下解围并进军亚洲,迎娶托勒迈斯并夺取诸城,随后因阿加托克利斯的追击而退入弗里吉亚内陆,陷入饥荒与渡河灾难,遭到士兵讽刺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.1

ἐπεὶ δὲ ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλπίδα κατέστη καὶ συνίστατο πάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν, Ἀθηναῖοι δὲ ἀπέστησαν αὐτοῦ. καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν, ὥσπερ ἦν πάτριον, ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπέμποντο, μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δημήτριον ὁρῶντες.

然而,一旦他的前途仿佛走上了王者之路,围绕着他的统治体制与架构再度形成,他便把政权还给了底比斯人,但雅典人却背弃了他。雅典人将曾作为“救世主神”之祭司记录在案的狄菲卢斯从同名执政官名录中除名,表决恢复依祖制推选执政官,并且眼见德米特里乌斯的势力超乎预期地强盛,遂遣使从马其顿召来皮洛士。

§46.2

ὁ δὲ ὀργῇ μὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου πεμφθέντος ὑπὸ τοῦ δήμου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου καὶ δυνατοῦ, τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πεισθείς, τὰ δὲ ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας1 ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες ἦσαν αὐτῷ, καὶ στρατιώτας μυρίους καὶ χιλίους σὺν ἱππεῦσιν ἐμβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιμάχου Καρίαν καὶ Λυδίαν ἀποστήσων.

德米特里乌斯怒而进军围攻,对该城设下了严密的包围圈;然而,当民众派来著名的贤能哲学家克拉特斯晋见他时,他一方面被克拉特斯为雅典人所作的恳求打动,另一方面也从克拉特斯就其切身利益所作的指陈中洞察机宜,遂解除了围困。他聚集了所拥有的全部战船,运载着一万一千名步兵及骑兵,扬帆开往亚洲,企图使卡里亚与吕底亚脱离利西马科斯。

§46.3

δέχεται δὲ αὐτὸν Εὐρυδίκη περὶ Μίλητον, ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρων Πτολεμαΐδα καθωμολογημένην ἐκείνῳ πρότερον διὰ Σελεύκου. ταύτην γαμεῖ Δημήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰ τὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται, πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολλὰς δὲ καὶ βιαζόμενος.

在米利都附近,菲拉的姐妹欧律狄刻迎接了他,并带来了她与托勒密所生的女儿托勒迈斯——此女先前曾通过塞琉古的斡旋许配给德米特里乌斯。欧律狄刻将她嫁出,德米特里乌斯迎娶了她。婚后,他立刻着手攻取各城邦,许多城邦自愿归附,但也有许多城邦是他用武力征服的。

§46.4

ἔλαβε δὲ καὶ Σάρδεις· καί τινες τῶν Λυσιμάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐτὸν χρήματα καὶ στρατιὰν κομίζοντες. ἐπερχομένου δὲ Ἀγαθοκλέους τοῦ Λυσιμάχου μετὰ δυνάμεως ἀνέβαινεν εἰς Φρυγίαν, ἐγνωκώς, ἄνπερ Ἀρμενίας ἐπιλάβηται, Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγμάτων ἔχεσθαι, πολλὰς ἐξωθουμένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων.2

他还攻占了萨狄斯;利西马科斯麾下的部分将领甚至携带着金钱和军队前来投奔他。但当利西马科斯之子阿加托克利斯率大军逼近时,德米特里乌斯便挥师进入弗里吉亚;他打定主意,一旦占领亚美尼亚,就煽动米底亚反叛,并掌控上部诸行省,因为即便受到驱迫,那里也能提供许多躲避与撤退的退路。

§46.5

ἑπομένου δὲ Ἀγαθοκλέους ἐν ταῖς συμπλοκαῖς περιῆν, ἐπισιτισμοῦ δὲ καὶ προνομῶν εἰργόμενος ἠπορεῖτο, καὶ τοῖς στρατιώταις δι’ ὑποψίας ἦν ὡς ἐπʼ Ἀρμενίαν καὶ Μηδίαν ἐκτοπίζων. ἅμα δὲ μᾶλλον ὁ λιμὸς ἐπέτεινε, καὶ διαμαρτία τις γενομένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώπων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύματος ἀπώλεσεν. ὅμως δὲ τοῦ σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος ἀρχὴν μικρὸν παραλλάξας· "τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου·3 τίνας χώρους ἀφίγμεθα;"

阿加托克利斯紧随其后;虽然德米特里乌斯在交战中占据优势,但由于补给与搜掠粮草的通道被切断,他陷入了困窘,并且士兵们怀疑他正擅自把军队带往偏远的亚美尼亚和米底亚。与此同时,饥荒愈演愈烈,而在横渡吕库斯河时发生的一次失误,使大批人众被湍急的河水卷走丧生。即便如此,他们仍不忘冷嘲热讽;有人稍微改动了《俄狄浦斯》的开篇诗句,张贴在他的营帐前: “盲眼老者安提柯之子啊,我们 究竟来到了何方土地?”

语法注3 条
  1. 46.2τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πεισθείς, τὰ δὲ ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας

    τὰ μέν ... τὰ δέ 作副词性对格使用(意为“一方面……另一方面……”),分别修饰分词短语 πεισθείς 与 νοήσας。关系代词 οἷς 和 ὧν 发生了格的吸引(attractio):被修饰的指示代词先行词(τούτοις 与 τούτων)被省略,且关系词在从句中原本充当的对格宾语,分别被吸引为 πεισθείς 所要求的与格以及介词 ἐκ 所要求的属格。

  2. 46.4πολλὰς ἐξωθουμένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων

    ἐχόντων 是与前文属格短语 τῶν ἄνω πραγμάτων(上部各省/腹地局势,受 ἔχεσθαι 支配)一致的状语分词(结合分词)。阳性与格现在分词 ἐξωθουμένῳ 是利益与格(dativus commodi),指代德米特里乌斯(“对于被逐出/受穷迫的他而言”)。该分词短语充当状语,表示原因:“因为腹地各省能够在受到驱迫时为他提供诸多退路与避难所”。

  3. 46.5τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου

    戏仿索福克勒斯悲剧《俄狄浦斯在科罗诺斯》的开篇名句(Τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας / χώρους ἀφίγμεθʼ...)。在原诗中,Ἀντιγόνη 是呼格(vocative),与呼格中心词 τέκνον 构成同位语(“盲眼老者之女安提戈涅啊”);而在本处,作者巧妙地将其改为属格人名 Ἀντιγόνου,与属格短语 τυφλοῦ γέροντος(盲眼老者,暗指德米特里乌斯的独眼父亲“独眼”安提柯一世)同位,从而将呼告对象转换为德米特里乌斯本人(“盲眼老汉安提柯之子啊”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:46.1-46.5