- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:45.1-45.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯失势出逃与妻子菲拉服毒自尽后,他试图在希腊重整旗鼓;作者引悲剧诗句将其命运起伏比作月之盈亏。
οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγμάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰς Κασάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γενομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατον βασιλέων Δημήτριον, ἀπειπαμένη δὲ πᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ τοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε. Δημήτριος δὲ ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συνῆγεν.
德米特里乌斯就这样失势并逃往卡桑德里亚,其妻菲拉悲痛欲绝,无法忍受看到德米特里乌斯——这位诸王中最悲惨者——再次沦为平民和流亡者;她放弃了一切希望,怨恨他那在逆境中比在顺境中更加顽固的命运,遂饮毒自尽。然而德米特里乌斯决心继续抓住沉船残骸不放,起航前往希腊,召集在那里的将领与友人们。
ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν,1 "ἀλλʼ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν, ὥσπερ σελήνης δʼ ὄψις εὐφρόνας δύο στῆναι δύναιτʼ ἂν οὔποτʼ ἐν μορφῇ μιᾷ, ἀλλʼ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,2 πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται," ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν τὴν ἐλπίδα. καὶ τό γε πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς· "μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρεστι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ."
因此,索福克勒斯笔下的墨涅拉俄斯用来比喻自己命运的那幅图景: “然而我的命运总是在神明飞转的 轮子上回旋,变换着本性, 正如月之容颜绝不可能 连续两夜停留在同一种模样, 而是初时自隐秘中展现崭新, 装点其容貌,逐渐盈满, 而一旦显现出最为辉煌之态,便又再度亏损,归于虚无,” 人们倒不如用这幅图景来比喻德米特里乌斯的际遇,以及围绕着他的盛衰、盈亏与起落;因为就在那时,正当他看似已彻底衰竭熄灭之际,他的权势又重新焕发光芒,涓滴汇聚的兵力渐渐重燃他的希望。起初,他以平民身份在各城邦间奔走,褪去了一切王室仪饰,有人在底比斯目睹他这副模样,便颇为恰切地引用了欧里庇得斯的诗句: “化去神之形骸而具凡人之躯, 降临于狄耳刻的泉流与伊斯墨诺斯的水畔。”
- 45.2ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν
先行词 εἰκόνα 被吸收入关系从句内(attraction)并作 παρατίθησιν 的宾语(ἣν ... εἰκόνα)。在引用诗句之后,主句通过由 ἀπεικάσαι 所支配的与格指示代词 ταύτῃ 来承接该先行词。
- 45.2χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ
χὥτανπερ 是 καὶ ὅτανπερ 的混成(crasis)。反身代词属格 αὑτῆς 与最高级形容词 εὐγενεστάτη 连用,表示与自身不同状态相比较的属格("处在其自身最为辉煌/饱满之极时")。
