← 普鲁塔克

德米特里传

§44.1-44.7

诸王联军夹击马其顿与德米特里乌斯溃逃

面对德米特里乌斯的庞大军备,塞琉古、托勒密与利西马科斯结盟并拉拢皮洛士夹击马其顿。遭遇部下全线倒戈的德米特里乌斯易服潜逃,马其顿全境最终由皮洛士与利西马科斯瓜分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44.1

αἰρομένης οὖν τοσαύτης δυνάμεως ἐπὶ τὴν Ἀσίαν ὅσην μετʼ Ἀλέξανδρον οὐδεὶς ἔσχε πρότερον, οἱ τρεῖς συνέστησαν ἐπὶ τὸν Δημήτριον, Σέλευκος, Πτολεμαῖος, Λυσίμαχος· ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες ἐκέλευον ἐξάπτεσθαι Μακεδονίας καὶ μὴ νομίζειν σπονδὰς αἷς Δημήτριος οὐκ ἐκείνῳ τὸ μὴ πολεμεῖσθαι δέδωκεν, ἀλλʼ εἴληφεν ἑαυτῷ τὸ πολεμεῖν οἷς βούλεται πρότερον.1

既然如此庞大的兵力正在集结以图进攻亚洲——其规模自亚历山大以来无人能及——三位君主塞琉古、托勒密与利西马科斯遂结盟对抗德米特里乌斯。随后他们共同派使者前往皮洛士处,催促他夺取马其顿,并且不要将德米特里乌斯的和约当真,因为德米特里乌斯并没有给予他免遭攻打的保障,而只是为自己争取到了先攻打所愿之人的特权。

§44.2

δεξαμένου δὲ Πύρρου πολὺς περιέστη πόλεμος ἔτι μέλλοντα Δημήτριον. ἅμα γὰρ τὴν μὲν Ἑλλάδα πλεύσας στόλῳ μεγάλῳ Πτολεμαῖος ἀφίστη, Μακεδονίαν δὲ Λυσίμαχος ἐκ Θρᾴκης, ἐκ δὲ τῆς ὁμόρου Πύρρος ἐμβαλόντες ἐλεηλάτουν. ὁ δὲ τὸν μὲν υἱὸν ἐπὶ τῆς Ἑλλάδος κατέλιπεν, αὐτὸς δὲ βοηθῶν Μακεδονίᾳ πρῶτον ὥρμησεν ἐπὶ Λυσίμαχον. ἀγγέλλεται δὲ αὐτῷ Πύρρος ᾑρηκὼς πόλιν Βέροιαν.

在皮洛士接受提议后,当德米特里乌斯还在筹备之际,一场大战便从四面将他包围。因为在同一时间,托勒密率大舰队航行使希腊各邦叛离,利西马科斯从色雷斯、皮洛士从邻近地域攻入马其顿大肆劫掠。德米特里乌斯将儿子留在希腊,自己则前往救援马其顿,首先挥师迎击利西马科斯。然而有人向他报告,皮洛士已经攻占了贝罗亚城。

§44.3

καὶ τοῦ λόγου ταχέως εἰς τοὺς Μακεδόνας ἐμπεσόντος οὐδὲν ἔτι τῷ Δημητρίῳ κατὰ κόσμον εἶχεν, ἀλλὰ καὶ ὀδυρμῶν καὶ δακρύων καὶ πρὸς ἐκεῖνον ὀργῆς καὶ βλασφημιῶν μεστὸν ἦν τὸ στρατόπεδον, καὶ συμμένειν οὐκ ἤθελον, ἀλλʼ ἀπιέναι, τῷ μὲν λόγῳ πρὸς τὰ οἴκοι, τῇ δὲ ἀληθείᾳ πρὸς τὸν Λυσίμαχον.

这一消息迅速传入马其顿士兵之中,德米特里乌斯便再也无法维持秩序;军营中充满了哀叹、泪水以及对他的愤怒与咒骂,他们不愿继续留守,纷纷想要离去,名义上是回乡,实则是投奔利西马科斯。

§44.4

ἔδοξεν οὖν τῷ Δημητρίῳ Λυσιμάχου μὲν ἀποστῆναι πορρωτάτω, πρὸς δὲ Πύρρον τρέπεσθαι· τὸν μὲν γὰρ ὁμόφυλον εἶναι καὶ πολλοῖς συνήθη δι’ Ἀλέξανδρον, ἔπηλυν δὲ καὶ ξένον ἄνδρα τὸν Πύρρον οὐκ ἂν αὑτοῦ προτιμῆσαι Μακεδόνας.2 τούτων μέντοι πολὺ διεψεύσθη τῶν λογισμῶν.

于是德米特里乌斯决定尽可能远离利西马科斯,转而迎战皮洛士。因为他料想,前者是同族之人,且因亚历山大之故而为众人所熟知,但马其顿人绝不会舍弃自己而更看重皮洛士这样一个外来人和异邦人。然而,他的这一盘算却大错特错。

§44.5

ὡς γὰρ ἐγγὺς ἐλθὼν τῷ Πύρρῳ παρεστρατοπέδευσεν, ἀεὶ μὲν αὐτοῦ τὴν ἐν τοῖς ὅπλοις λαμπρότητα θαυμάζοντες, ἔκ τε τοῦ παλαιοτάτου καὶ βασιλικώτατον εἰθισμένοι νομίζειν τὸν ἐν τοῖς ὅπλοις κράτιστον, τότε δὲ καὶ πρᾴως κεχρῆσθαι τοῖς ἁλισκομένοις πυνθανόμενοι, πάντως δὲ καὶ πρὸς ἕτερον καὶ πρὸς τοῦτον ἀπαλλαγῆναι τοῦ Δημητρίου ζητοῦντες, ἀπεχώρουν λάθρα καὶ κατʼ ὀλίγους τό γε πρῶτον, εἶτα φανερῶς ἅπαν εἶχε κίνησιν καὶ ταραχὴν τὸ στρατόπεδον, τέλος δὲ τῷ Δημητρίῳ τολμήσαντές τινες προσελθεῖν ἐκέλευον ἀπιέναι καὶ σώζειν αὑτόν· ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας.3 οὗτοι μετριώτατοι τῶν λόγων ἐφαίνοντο τῷ Δημητρίῳ πρὸς τὴν τῶν ἄλλων τραχύτητα· καὶ παρελθὼν ἐπὶ σκηνήν, ὥσπερ οὐ βασιλεύς, ἀλλʼ ὑποκριτής, μεταμφιέννυται χλαμύδα φαιὰν ἀντὶ τῆς τραγικῆς ἐκείνης, καὶ διαλαθὼν ὑπεχώρησεν.

因为当他进至近处并在皮洛士身旁扎营时,士兵们向来钦佩皮洛士在战场上的勇烈风采,且自古便习惯于将武艺最高强者视为最具有君王之风者,加之此时又听闻他对待俘虏宽厚温和,无论如何他们都渴望摆脱德米特里乌斯——不论是〔投〕向别人还是〔投〕向皮洛士——起初士兵们只是三五成群地暗自逃离,随后整个军营便公开陷入动荡与骚乱之中。最终,有些人壮起胆子走到德米特里乌斯面前,催促他离开以自保,因为马其顿人为了他的奢侈无度而作战早已精疲力竭。与其余士兵的粗暴相比,这些话在德米特里乌斯看来反倒显得最为温和;他退入帐篷,宛如一名戏子而非君王,换下一身悲剧式的华丽披风,换上一件灰暗的短袍,趁无人察觉潜逃而去。

§44.7

ὁρμησάντων δὲ τῶν πλείστων εὐθὺς ἐφʼ ἁρπαγὴν καὶ πρὸς ἀλλήλους διαμαχομένων καὶ τὴν σκηνὴν διασπώντων, ἐπιφανεὶς ὁ Πύρρος ἐκράτησεν αὐτοβοεὶ καὶ κατέσχε τὸ στρατόπεδον. καὶ γίνεται πρὸς Λυσίμαχον αὐτῷ συμπάσης Μακεδονίας νέμησις, ἑπταετίαν ὑπὸ Δημητρίου βεβαίως ἀρχθείσης.

正当绝大多数士兵立即扑向战利品、互相争斗并撕毁帐篷之际,皮洛士现身,未发一矢便降服了他们并接管了整个军营。至此,全马其顿在皮洛士与利西马科斯之间被瓜分,而这片土地此前曾被德米特里乌斯稳固统治了七年之久。

语法注3 条
  1. 44.1αἷς Δημήτριος οὐκ ἐκείνῳ τὸ μὴ πολεμεῖσθαι δέδωκεν, ἀλλʼ εἴληφεν ἑαυτῷ τὸ πολεμεῖν οἷς βούλεται πρότερον

    关系代名词 αἷς 的先行词为 σπονδάς。两个带冠词的不定式 τὸ μὴ πολεμεῖσθαι(被动态不定式,“免受攻击”)与 τὸ πολεμεῖν(主动态不定式,“发动战争”)在 οὐκ ἐκείνῳ... δέδωκεν 与 ἀλλʼ εἴληφεν ἑαυτῷ 之间构成工整的对比。οἷς βούλεται 省略了先行词 τούτοις 及与 βούλεται 搭配的不定式 πολεμεῖν(相当于 τούτοις οἷς βούλεται πολεμεῖν),作 πολεμεῖν 所支配的与格补足语。

  2. 44.4ἔπηλυν δὲ καὶ ξένον ἄνδρα τὸν Πύρρον οὐκ ἂν αὑτοῦ προτιμῆσαι Μακεδόνας

    间接引语中 ἄν 搭配不定式(προτιμῆσαι)表示潜势的句式。不定式的逻辑主语是宾格的 Μακεδόνας,直接宾语是 τὸν Πύρρον,ἔπηλυν δὲ καὶ ξένον ἄνδρα 为其同位语/述语性修饰。αὑτοῦ 是表示比较的属格,反身指代德米特里乌斯本人,意为“马其顿人绝不会看重皮洛士甚于自己”。

  3. 44.6ἀπειρηκέναι γὰρ ἤδη Μακεδόνας ὑπὲρ τῆς ἐκείνου τρυφῆς πολεμοῦντας

    动词 ἀπαγορεύω(完成时 ἀπείρηκα)后接补充性分词 πολεμοῦντας,构成固定句法,意为“因做某事而精疲力竭/厌倦”。此结构被置于以 Μακεδόνας 为逻辑主语的间接引语宾格不定式句式之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:44.1-44.7