← 普鲁塔克

德米特里传

§43.1-43.5

德米特里乌斯的复国大计与空前舰队的建造

德米特里乌斯从重病中痊愈后,与皮洛士议和以便专心夺回其父旧日帝国,为此集结了逾十万大军并动工建造五百艘空前规模的战舰。与后世托勒密四世建造的四十层桨巨舰纯属中看不中用的摆设不同,德米特里乌斯的庞大舰队兼具壮丽构造与实战机动效能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.1

ὁ δʼ οὖν Δημήτριος ἐπισφαλέστατα νοσήσας ἐν Πέλλῃ μικροῦ1 τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρου καὶ μέχρις Ἐδέσσης προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτὸν ἐποιήσατό τινας ὁμολογίας, οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προσπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸς οἷς διενοεῖτο.2

无论如何,德米特里乌斯在佩拉罹患重病,当时由于皮洛士发起迅速突袭并推进至埃德萨,他险些丢掉了马其顿。然而,就在病情稍有起色之际,他极轻易地将皮洛士逐出国境,并与其达成和约;因为他不愿因不断与这个碍事者冲突及打局部消耗战,而在自己谋划的大业上分心乏力。

§43.2

διενοεῖτο δὲ οὐθὲν ὀλίγον, ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενομένην ἀρχήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς μὲν ἤδη συνετέτακτο πεζῆς μυριάδας δέκα δισχιλίων ἀνδρῶν ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ μυρίων ἐλάττους.

他所谋划的绝非小事,而是要夺回曾属于其父统治下的全部疆土。而他的各项筹备工作也完全无愧于这一企望与企图:他已整编了一支九万八千人的步兵大军,此外还配备了略少于一万二千人的骑兵。

§43.3

στόλον δὲ νεῶν ἅμα πεντακοσίων καταβαλλόμενος τὰς μὲν ἐν Πειραιεῖ τρόπεις ἔθετο, τὰς δὲ ἐν Κορίνθῳ, τὰς δὲ ἐν Χαλκίδι, τὰς δὲ περὶ Πέλλαν, αὐτὸς ἐπιὼν ἑκασταχόσε καὶ διδάσκων ἃ χρὴ καὶ συντεχνώμενος, ἐκπληττομένων ἁπάντων οὐ τὰ πλήθη μόνον, ἀλλὰ καὶ τὰ μεγέθη τῶν ἔργων.

同时,他着手兴建一支由五百艘战舰组成的舰队,有的在比雷埃夫斯安设龙骨,有的在科林斯,有的在哈尔基斯,还有的在佩拉附近。他亲自巡视各地,指导所需之务并共同设计,众人无不为其工程不仅数量庞大、而且规模空前而惊叹不已。

§43.4

οὐδεὶς γὰρ εἶδεν ἀνθρώπων οὔτε πεντεκαιδεκήρη ναῦν πρότερον οὔτε ἑκκαιδεκήρη, ἀλλʼ ὕστερον τεσσαρακοντήρη Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δὲ ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας.

因为此前人们从未见过十五层桨或十六层桨的战舰;虽然在此之后托勒密·非罗帕托尔建造了一艘四十层桨的巨舰,其长达二百八十肘,至船首装饰的高处达四十八肘,配备除桨手外的水手四百人,桨手四千人,除此之外,在走道和甲板上还能容纳近三千名重装步兵。

§43.5

ἀλλὰ θέαν μόνην ἐκείνη παρέσχε· καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δημητρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον,3 οὐδὲ τῷ περιττῷ τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ μεγέθους παρεῖχον.

然而那艘船仅仅提供了一种奇观;它与固定的建筑物所差无几,其亮相纯粹是为了夸耀而非实用,且移动起来既危险又艰难。但德米特里乌斯的战舰,其华美绝非脱离实战的摆设,亦未因建造的浩大宏伟而丧失实用价值,其航速与作战效能反倒比其庞大的体积更令人叹为观止。

语法注3 条
  1. 43.1μικροῦ

    源自分离或程度属格的副词性用法,意为“几乎”、“险些”(与 ὀλίγου δεῖν 同义),修饰不定过去时直陈语气动词 ἀπέβαλε,表示险些发生的情形。

  2. 43.1ἧττον εἶναι πρὸς οἷς διενοεῖτο

    πρὸς οἷς 属于关系代名词同化(牵引)结构,代表 πρὸς τούτοις ἅ。短语 ἧττον εἶναι πρός τι 为惯用表达,意为“在……上处于劣势/力不从心/难以全力以赴”,整句表达不愿因琐碎战事而在谋划的大业上分心乏力。

  3. 43.5οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον

    ἀναγώνιστος 由否定前缀 ἀ- 与 ἀγών(竞赛、战斗)构成,意为“脱离实战的”、“缺乏作战能力的”。与否定词 οὐκ 连用构成双重否定(委婉修辞),强调其舰队的外观之美并非无实战能力的空洞装饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:43.1-43.5