← 普鲁塔克

德米特里传

§42.1-42.6

德米特里乌斯的傲慢与王道正义

德米特里乌斯的傲慢、难以接近以及将请愿书扔入河中的蔑视举动激起了马其顿人的极大愤慨,但他被一位老妇人的斥责所触动,一度抽出时间接见民众。作者进而论述为王者的职责在于行正义,批评德米特里乌斯热衷于攻城略地的称号而背离了王道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο· καὶ μάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον. ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν κατέσχεν· ἐκ Λακεδαίμονος δὲ ἑνὸς πρεσβευτοῦ παραγενομένου καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν.

但他不仅以这些人们不习惯的景象使人反感,人们也为他的奢靡与生活方式所重压,尤其是因他难以接近、不易交谈而深感痛苦。因为他要么根本不给晋见的机会,要么对晋见者严苛粗暴。例如,在希腊人中他本最倾心于雅典人,却将雅典使团扣留了整整两年;而当斯巴达只派来一名使者时,他以为自己遭到了蔑视,不禁大为恼怒。

§42.2

ἀστείως μέντοι καὶ Λακωνικῶς ἐκεῖνος, εἰπόντος αὐτοῦ τί σὺ λέγεις; ἕνα Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν; ναί, εἶπεν, ὦ βασιλεῦ, πρὸς ἕνα. δόξαντος δὲ αὐτοῦ ποτε δημοτικώτερον ἐξελαύνειν, καὶ πρὸς ἔντευξιν ἔχειν οὐκ ἀηδῶς, συνέδραμόν τινες ἐγγράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένου δὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος ἥσθησαν οἱ ἄνθρωποι καὶ παρηκολούθουν· ὡς δὲ ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν ποταμὸν ἐξέρριψε.

然而那位使者却以巧妙而典型的斯巴达风格,在德米特里乌斯说: “你说什么?斯巴达人就派了一个使者来吗?” 之后说道: “是的,” “王啊,是对一个人。” 又有一次,他似乎更为平易近人地骑马巡行,似乎并不排斥接见,有些人便纷纷跑来呈递书面请愿书。当他收下所有请愿书并用斗篷裹住时,人们欣喜万分并紧随其后;然而当他来到阿克西俄斯河的桥上时,却抖开斗篷,把所有的请愿书全都扔进了河里。

§42.3

καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας, ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου1 καὶ μὴ βασίλευε εἰπόντος, δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος2 ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα, τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν.

这使得马其顿人极其愤慨,觉得自己受到的是侮辱而非统治;他们回想起腓力,或从那些记得腓力的人那里听闻,腓力在这些事情上是何等谦逊和蔼、平易近人。还有一次,一位老妇人在路旁拦住他,再三请求听她陈情,他称自己没有闲暇;老妇人遂大喊道: “那就别当王了!”他深受刺痛,被这句话深深触动,于是折返回宫,将一切事务置于其后,从那位老妇人开始,一连数日专门抽出时间接见那些想要晋见的人。

§42.5

οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν.3

因为对于国王而言,没有什么比伸张正义之职更适宜的了。正如蒂莫特奥斯所言:“阿瑞斯是僭主”,而依品达之意,“法律是万物之王”;荷马亦称,诸王从宙斯那里领受并加以守护和持守的,不是攻城器,亦非装有青铜撞角的战舰,而是典章法则;荷马称之为宙斯的“密友与弟子”的,并非诸王中最嗜战、最不义、最凶残者,而是最公正之人。

§42.6

ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενος προσωνυμίαν· ὁ μὲν γὰρ Πολιεὺς καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.4

然而德米特里乌斯却乐于冠以与诸神之王最不相称的称号;宙斯被称为“城邦卫士”与“城邦守护者”,他却得了个“攻城者”的别号。就这样,丑恶之物借由愚昧的权力侵入美好的领域,使不义与声名沦为同侪。

语法注4 条
  1. 42.3πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου

    分词 κόπτοντος、δεομένου、ἐγκραγόντος 以及代词 ἐκείνου 均为中性属格单数,严格与中性指小词 γύναιον(妇人)在语法性别上保持一致,尽管在自然性别上指女性。主格阳性分词 φήσας 则与主句主语(德米特里乌斯)一致,穿插于这一连串属格独立结构之中。

  2. 42.4πρὸς τούτῳ γενόμενος

    由 πρός 搭配与格及 γίγνομαι 构成的习惯表达,意为“全神贯注于此事”、“被此话深深触动”。此处生动地表现了德米特里乌斯被老妇人直言不讳的斥责深深震动并完全陷入思索的内心状态。

  3. 42.5καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν

    此处出现语序倒置(hyperbaton)。主语承前为 Ὅμηρος,谓语动词为 προσηγόρευκεν(称作),带双宾格结构:宾语为 τὸν δικαιότατον [τῶν βασιλέων](诸王中最公正者),补足语为 ὀαριστὴν καὶ μαθητήν(亲近之友与门徒)。句首提前的属格 τοῦ Διὸς 实修饰后方的 ὀαριστὴν καὶ μαθητήν(作“宙斯的亲近之友与门徒”解)。

  4. 42.6ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν

    该句核心结构为:主语为带分词短语的 τὸ αἰσχρὸν ... ἐπελθόν(侵入的丑恶之事),动词为 συνῳκείωσε(使结合/配对),直接宾语为 τὴν ἀδικίαν(不义),与格间接对象为 τῇ δόξῃ(名声)。介词短语 ἐπὶ τὴν τοῦ καλοῦ χώραν(侵入美德之领域)与 ὑπὸ δυνάμεως ἀμαθοῦς(藉由愚昧之力)皆修饰分词 ἐπελθόν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:42.1-42.6