← 普鲁塔克

德米特里传

§41.1-41.5

皮洛士击溃潘陶科斯与马其顿人的赞赏

德米特里乌斯与皮洛士在出征中彼此交错;德米特里乌斯洗劫了伊庇鲁斯,而皮洛士则凭亲身武勇击溃了德米特里乌斯留守的大将潘陶科斯,赢得了马其顿人的赞叹,人们因而将他的英雄气概与德米特里乌斯戏剧般的奢靡做作相对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν καὶ μήτε αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τε ἄλλους ὁρῶν ἐν ταῖς στρατείαις μᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταραχώδεις καὶ πολυπράγμονας ὄντας, ἐστράτευσεν ἐπʼ Αἰτωλούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέρος ἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολιπὼν ἐπὶ Πύρρον αὐτὸς ἐχώρει καὶ Πύρρος ἐπʼ ἐκεῖνον·

从那里返回马其顿后,德米特里乌斯既天性不甘寂寞,又见其余之人在出征时对自己更为服从,留在家中却骚动而多事,遂向埃托利亚人进军。他蹂躏了该地,并留下潘陶科斯率领一支人数不少的兵力驻守,自己则向皮洛士进发,皮洛士也向他进发。

§41.2

ἀλλήλων δὲ διαμαρτόντες, ὁ μὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ1 Πανταύχῳ περιπεσὼν καὶ μάχην συνάψας αὐτὸν μὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν πληγὴν ἐν χερσὶ γενόμενον ἐτρέψατο, τῶν δὲ ἄλλων πολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πεντακισχιλίους.

然而他们彼此错过了;一人洗劫了伊庇鲁斯,另一人则遭遇了潘陶科斯并与之交战,在甚至到了互致创伤的短兵相接后击溃了潘陶科斯,杀死了其麾下的许多人,并俘虏了五千人。

§41.3

καὶ τοῦτο μάλιστα Δημήτριον ἐκάκωσεν· οὐ γὰρ οὕτω μισηθεὶς ὁ Πύρρος ἀφʼ ὧν ἔπραξεν ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι, μέγα τε καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δὲ ἄλλοι, καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.

这给德米特里乌斯造成了最大的打击。因为皮洛士并未因其所作所为受人憎恨,反而因其多凭亲手奋战建功而备受赞美,从那一战中在马其顿人之间赢得了伟大而辉煌的声名。许多马其顿人心中都不禁说道,在所有诸王之中,唯有在此人身上能看到亚历山大勇武的身影,而其他人,尤其是德米特里乌斯,不过是如同在舞台上扮演着那位英雄的威严与庄重罢了。

§41.4

ἦν δὲ ὡς ἀληθῶς τραγῳδία μεγάλη περὶ τὸν Δημήτριον, οὐ μόνον ἀμπεχόμενον καὶ διαδούμενον περιττῶς καυσίαις διμίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συμπεπιλημένης χρυσοβαφεῖς πεποιημένον ἐμβάδας. ἦν δέ τις ὑφαινομένη χλανὶς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον, εἴκασμα τοῦ κόσμου καὶ τῶν κατʼ οὐρανὸν φαινομένων·

事实上,德米特里乌斯身上确有极大的悲剧戏装色彩;他不仅打扮过甚,缠裹着系双重头巾的考西亚帽和金边紫袍,而且还让人以纯紫缩绒毡为双脚制成染上金色的深筒鞋。长久以来还有一件斗篷一直为他织造,那是一件极其傲岸的巨作,模仿着宇宙与天象。

§41.5

ὃ κατελείφθη μὲν ἡμιτελὲς ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δὲ ἐτόλμησεν αὐτῇ χρήσασθαι,2 καίπερ οὐκ ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενομένων βασιλέων.

这件斗篷在局势变迁中半途而废,但后来马其顿虽然不乏豪奢的君王,却无人敢穿用它。

语法注2 条
  1. 41.2ὁ μὲν ... ὁ δὲ

    承接前句主语的顺序(“自己则向皮洛士进发,皮洛士也向他进发”),ὁ μέν 指德米特里乌斯(洗劫伊庇鲁斯者),ὁ δέ 指皮洛士(遭遇潘陶科斯者)。

  2. 41.5ὃ κατελείφθη μὲν ἡμιτελὲς ... οὐδεὶς δὲ ἐτόλμησεν αὐτῇ χρήσασθαι

    中性关系代名词 ὃ 以紧邻的中性同位语短语 ἔργον ὑπερήφανον(或概括性指代该事物)为先行词,而在随后的并列分句中,女性代名词 αὐτῇ(作为 χρήσασθαι 的与格宾语)则恢复照应最初的核心名词、阴性的 χλανίς(斗篷)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:41.1-41.5