← 普鲁塔克

德米特里传

§40.1-40.4

底比斯再度陷落与雅典的皮提亚节

德米特里乌斯击退皮洛士后运来大型攻城塔再度围攻并攻陷底比斯,本人亦在作战中负伤;随后因埃托利亚人封锁隘道,他破例在雅典主持举办了皮提亚竞技会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ μέχρι Θερμοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼν αὐτὸς ὥρμησεν ἐπʼ ἐκεῖνον. ὀξέως δὲ φυγόντος,1 ἐν Θεσσαλίᾳ καταστήσας μυρίους ὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸ βρίθους καὶ μεγέθους μοχλευομένην, ὡς μόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν.

然而,由于皮洛士蹂躏色萨利,且已出现在温泉关一带,德米特里乌斯遂留安提柯主持围攻,自己亲自率军前去迎敌。待皮洛士迅速逃遁后,他在色萨利驻扎了一万名重装步兵和一千名骑兵,便再度猛攻底比斯,并运来了所谓的“攻城塔”。但这器械因沉重巨大而极其艰难且缓慢地被用杠杆撬动推进,以致在两个月内仅勉强前进了两斯塔狄昂。

§40.2

τῶν δὲ Βοιωτῶν ἐρρωμένως ἀμυνομένων καὶ τοῦ Δημητρίου πολλάκις φιλονεικίας ἕνεκα μᾶλλον ἢ χρείας μάχεσθαι καὶ κινδυνεύειν τοὺς στρατιώτας ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ ὀλίγους καὶ περιπαθῶν, τί, ὦ πάτερ, ἔφη, παραναλισκομένους οὐκ ἀναγκαίως τούτους περιορῶμεν; ὁ δὲ παροξυνθείς, σὺ δέ, ἔφη, τί δυσχεραίνεις; ἢ διάμετρον2 ὀφείλεις τοῖς ἀποθνήσκουσιν;

波奥提亚人奋力抵抗,而德米特里乌斯常常为了争胜斗气而非出于作战必需,强令士兵们厮杀涉险;安提柯看到倒下的人不在少数,痛心疾首,“父亲,为什么,”他说,“我们要坐视这些人不必要地白白送命呢?” 德米特里乌斯勃然大怒,“而你,”他说,“又抱怨什么?难道你欠了那些死去之人的口粮吗?”

§40.3

οὐ μὴν ἀλλὰ καὶ βουλόμενός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον, ἀλλὰ καὶ συγκινδυνεύειν τοῖς μαχομένοις, διελαύνεται τὸν τράχηλον3 ὀξυβελεῖ. καὶ δεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλὰ εἷλε τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν μὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισομένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκα καὶ μεταστήσας τινας ἀφῆκε τοὺς ἄλλους.

然而,因想表明自己不仅不惜牺牲他人,而且也愿与作战将士同甘共苦,他被一枚投弩矢贯穿了脖子。虽然伤势严重,但他并未松懈,终于再次攻克了底比斯。入城后,他令底比斯人陷入恐吓与惊惧之中,仿佛他们将遭受极其严酷的惩罚;然而在处死了十三人、流放了数人之后,他便宽免了其他人。

§40.4

ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουμέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ τούτῳ συνέπεσε. τῶν δὲ Πυθίων καθηκόντων πρᾶγμα καινότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν ὁ Δημήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον4 αὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, ὃς καὶ πατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρχηγός.

因此,底比斯在重建尚不满第十个年头时,在这一时期内便两次遭攻陷。正逢皮提亚竞技会来临之际,德米特里乌斯容许自己去做一件极其反常之事。由于埃托利亚人占领了德尔斐周围的狭道,他便亲自在雅典举行了比赛和盛会,借口说在雅典祭奉该神最为得当,因为该神既是祖神,又被称为该族类的始祖。

语法注4 条
  1. 40.1ὀξέως δὲ φυγόντος

    属格独立结构,其逻辑主语(即皮洛士 Πύρρου)在前文语境中显而易见,因而承前省略。

  2. 40.2διάμετρον

    指按规定分发给士兵的定量口粮或配给物资。德米特里乌斯在此以冷酷的反问暗示:死者减少了军队的口粮开销,安提柯无需为之痛惜。

  3. 40.3διελαύνεται τὸν τράχηλον

    关系宾格(限制性宾格),修饰被动语态动词 διελαύνεται(被穿透),意即“在脖子处被贯穿”。属于身体部位在被动句中保留作宾格的结构。

  4. 40.4ὡς δὴ προσῆκον

    由非人称分词中性宾格 προσῆκον 构成的独立宾格结构(accusative absolute),连用 ὡς δή,表示当事人宣称或表面上的理由(“托词在彼处最为得当”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:40.1-40.4