- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:39.1-39.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯掌控马其顿和希腊大部后平定了波奥提亚的叛乱,并宽厚任用了忒斯庇埃人皮西斯;但在他远征色雷斯之际波奥提亚再次反叛,他遂回师再度围攻底比斯。
Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς.1 ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐκτὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας ἐπὶ Βοιωτοὺς ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν· ἔπειτα Κλεωνύμου τοῦ Σπαρτιάτου παραβαλόντος εἰς Θήβας μετὰ στρατιᾶς, ἐπαρθέντες οἱ Βοιωτοί, καὶ Πίσιδος ἅμα τοῦ Θεσπιέως, ὃς ἐπρώτευε δόξῃ καὶ δυνάμει τότε, συμπαρορμῶντος αὐτούς, ἀπέστησαν.
德米特里乌斯在控制了马其顿之后,又接管了色萨利。此时他已领有伯罗奔尼撒的大部,以及地峡之外的墨伽拉和雅典,于是率军征伐波奥提亚人。起初,双方缔结了关于友好的温和条约;但随后斯巴达人克勒奥纽慕斯率军进入底比斯,波奥提亚人军心大振,加之当时在声望和势力上居于首位的忒斯庇埃人皮西斯一同策动,波奥提亚人遂举旗叛变。
ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μηχανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενος πολλὰ χρήματα, καὶ καταλιπὼν αὐτοῖς ἐπιμελητὴν καὶ ἁρμοστὴν Ἱερώνυμον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶ μάλιστα διὰ Πίσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλοφρονηθεὶς πολέμαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν.
然而,当德米特里乌斯将攻城器械运抵底比斯城下展开围攻,而克勒奥纽慕斯畏惧潜逃后,波奥提亚人惊骇之余便投降了。德米特里乌斯在各城派驻驻军并征收了巨额款项,又留下历史学家希厄罗纽慕斯作为他们的监察官兼总督;尽管如此,他仍被认为处置得颇为宽厚,这尤其体现在皮西斯身上。因为他擒获皮西斯后不仅未加伤害,反而温言抚慰、以礼相待,并任命他为忒斯庇埃的军事统领。
οὐ πολλῷ δὲ ὕστερον ἁλίσκεται Λυσίμαχος ὑπὸ Δρομιχαίτου· καὶ πρὸς τοῦτο Δημητρίου κατὰ τάχος ἐξορμήσαντος ἐπὶ Θρᾴκην, ὥσπερ ἔρημα καταληψομένου,2 πάλιν ἀπέστησαν οἱ Βοιωτοί, καὶ Λυσίμαχος ἅμα διειμένος ἀπηγγέλλετο. ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δημήτριος εὗρεν ἡττημένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου μάχῃ τοὺς Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει.
不久之后,吕西马库斯被德罗米开忒斯俘获;德米特里乌斯闻讯,犹如去夺取一片无防守之空地一般迅速进军色雷斯,波奥提亚人遂再度反叛,而与此同时吕西马库斯获释的消息亦已传来。德米特里乌斯愤然急速折返,发现波奥提亚人已被其子安提柯在战斗中击溃,于是再次围困底比斯。
- 39.1ἦν παρειληφώς
由系动词 ἦν 与完成时主动分词 παρειληφώς 构成的迂言过去完成时(periphrastic pluperfect),代替综合型过去完成时 παρειλήφει,强调德米特里乌斯当时已经稳固确立了对色萨利的接管与掌控状态。
- 39.3ὥσπερ ἔρημα καταληψομένου
连词 ὥσπερ 带有未来分词 καταληψομένου,修饰前文独立属格的主语 Δημητρίου,表达德米特里乌斯主观上的意图或预期(“仿佛要去夺取无人防守之境地”)。中性复数形容词 ἔρημα 用作名词,指代“无防备的土地”。
