← 普鲁塔克

德米特里传

§38.1-38.9

安条克的相思之病与斯特拉托妮可的再婚

德米特里乌斯获悉家人获释以及女儿斯特拉托妮可再婚的消息。文中记述了医师埃拉西斯特拉图斯如何诊断出王子安条克对其继母斯特拉托妮可的致命相思之情,以及塞琉古为救其子而将妻子让与儿子并分治上部疆域的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

οὕτω δὲ λαμπρᾷ κεχρημένος εὐτυχίᾳ πυνθάνεται μὲν περὶ τῶν τέκνων καὶ τῆς μητρὸς ὡς μεθεῖνται, δῶρα καὶ τιμὰς Πτολεμαίου προσθέντος αὐτοῖς, πυνθάνεται δὲ περὶ τῆς Σελεύκῳ γαμηθείσης θυγατρὸς ὡς Ἀντιόχῳ τῷ Σελεύκου συνοικεῖ καὶ βασίλισσα τῶν ἄνω βαρβάρων ἀνηγόρευται.

正当德米特里乌斯坐享如此显赫的鸿运之时,他获悉自己的子女和母亲已获释放,托勒密还赐予了他们礼物与尊荣;他又得知嫁与塞琉古的女儿如今正与塞琉古之子安条克同居,并已被拥立为上亚细亚蛮族诸邦的王后。

§38.2

συνέβη γάρ, ὡς ἔοικε, τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης, ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δʼ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ,1 τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα, νοσεῖν τινα νόσον σκηπτόμενον.

原来事情的起因据说是:安条克爱上了年轻的斯特拉托妮可——她当时已与塞琉古育有一子;安条克备受折磨,竭力与内心的情欲抗争,但最终认定自己所欲者悖逆人伦,已罹患不治之症,且理智亦完全沦陷,遂寻求摆脱尘世之法,借口患了某种疾病,通过放弃治疗与绝食,悄然摧折自己的身躯。

§38.3

Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δὲ οὗτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπεῖν.

医师埃拉西斯特拉图斯固然容易察觉出他是坠入了情网,但想探明他所爱者究竟是谁却极难揣度;为此医师整日守在寝室中,每逢有值当华年的少年或妇人进来,他便紧盯着安条克的面容,细察其身体上那些在心灵动摇时最易产生共鸣的部位与反应。

§38.4

ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθʼ ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα, φωνῆς ἐπίσχεσις, ἐρύθημα πυρῶδες, ὄψεων ὑπολείψεις, ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς, τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττημένης ἀπορία καὶ θάμβος καὶ ὠχρίασις, ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκὸς ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου,2 χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν, οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε, καὶ εἰπεῖν ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δὲ ἀδύνατος καὶ ἀνίατος.

于是,当其他人走入时,安条克神态如常;但只要斯特拉托妮可独身或与塞琉古同行频繁探望,萨福诗中所描摹的诸般情状便全都在他身上显现:声音停窒、面泛如火红晕、视线模糊、冷汗骤出、脉搏紊乱而剧烈跳动,直至最后心灵完全被击溃,陷入无措、呆滞与面色惨白之中。埃拉西斯特拉图斯据此依常理推想,身为王子的安条克若所恋是其他女子,绝不至于顽强保持沉默以致于死地;他虽深感吐露并揭发此事实乃艰难危险,但深信塞琉古对儿子的慈爱,最终还是冒险一试,说道这位青年的病因确系情爱,然此情既无可能,亦属不治。

§38.6

ἐκπλαγέντος δὲ ἐκείνου καὶ πυθομένου πῶς ἀνίατος, ὅτι νὴ Δία, φάναι τὸν Ἐρασίστρατον, ἐρᾷ τῆς ἐμῆς γυναικός. εἶτα οὐκ ἄν, εἰπεῖν τὸν Σέλευκον, ἐπιδοίης, Ἐρασίστρατε, τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον, καὶ ταῦτα ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σαλεύοντας; οὐδὲ γὰρ ἂν σύ, φάναι, τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος ἐπεθύμησε.

塞琉古大惊失色,追问何以不治,埃拉西斯特拉图斯答道: “指宙斯起誓,因为他爱上的是我的妻子。” 塞琉古随即说道: “那么,埃拉西斯特拉图斯,身为我的挚友,难道你就不肯为我的儿子成全这桩婚事吗?尤其是见到我们全家仅系于这一条性命而在风浪中颠簸?” 医师答道: “因为纵使是身为父亲的您,若安条克所渴望的是斯特拉托妮可,您也断不肯做出这等事来。”

§38.7

καὶ τὸν Σέλευκον εἴθε γάρ, ἑταῖρε, εἰπεῖν, ταχὺ μεταστρέψαι τις ἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπων τὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι καλὸν Ἀντιόχου περιεχομένῳ.3 ταῦτα ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου μετὰ πολλῶν δακρύων λέγοντος, ἐμβαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν ὡς οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ καὶ ἀνὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμα καὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος.

塞琉古叹道: “友人啊,但愿神明或世人中能有人迅速将他的爱恋转移、改换到她身上!因为对我而言,只要能保全安条克的性命,哪怕舍弃王位也是美好的。” 见塞琉古言辞极度凄切、泪流满面,埃拉西斯特拉图斯便握住他的右手说道,其实根本无须劳烦埃拉西斯特拉图斯;因为身兼父亲、丈夫与君王的塞琉古本人,同时也就是他家中最卓越的良医。

§38.8

ἐκ τούτου τὸν Σέλευκον ἐκκλησίαν ἀθροίσαντα πάνδημον εἰπεῖν ὅτι βούλεται καὶ διέγνωκε τῶν ἄνω πάντων τόπων Ἀντίοχον ἀποδεῖξαι βασιλέα καὶ Στρατονίκην βασιλίδα, ἀλλήλοις συνοικοῦντας· οἴεσθαι δὲ τὸν μὲν υἱὸν εἰθισμένον ἅπαντα πείθεσθαι καὶ κατήκοον ὄντα μηθὲν ἀντερεῖν αὐτῷ πρὸς τὸν γάμον· εἰ δʼ ἡ γυνὴ τῷ μὴ νενομισμένῳ δυσκολαίνοι, παρακαλεῖν τοὺς φίλους ὅπως διδάσκωσιν αὐτὴν καὶ πείθωσι καλὰ καὶ δίκαια τὰ δοκοῦντα βασιλεῖ μετὰ τοῦ συμφέροντος ἡγεῖσθαι. τὸν μὲν οὖν Ἀντιόχου καὶ Στρατονίκης γάμον ἐκ τοιαύτης γενέσθαι προφάσεως λέγουσι.

自此,塞琉古召集了全民大会,宣布他意欲且已决意册立安条克为整个上部地区的国王,斯特拉托妮可为王后,使两人结为夫妻共同生活;他相信儿子一向顺从听命,断不会在此桩婚事上违抗自己;而若是妻子因这违背常俗之事心生不悦,他便敦促挚友们开导并劝服她,使她将国王所认可且合乎公益之事视为美好而正义。人们传言,安条克与斯特拉托妮可的结合正是出于这番缘由。

语法注3 条
  1. 38.2κεκρατῆσθαι δὲ τῷ λογισμῷ

    τῷ λογισμῷ 既可作表示方面或限制的与格(“在理智方面被击垮”),亦可视为被动语态下的手段或施事与格(“被理智所制服”)。结合上下文,直前已有“罹患不治之症(ἀνήκεστα δὲ νοσεῖν)”,紧接着又采取绝食轻生之举,此处理解为方面与格,指其理智在情欲面前已彻底败退沦陷,在逻辑上最为通顺。

  2. 38.5ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου

    分词 ἐρῶν 含有条件假设之意(相当于 εἰ ἑτέρας ἤρα),与主句中带有 ἄν 的未完成过去时(ἂν ... ἐνεκαρτέρει)共同构成与过去(或持续状态)事实相反的虚拟条件句,表达推论:“因为设若他所爱恋的是其他女子,身为王子的他断不至于强忍沉默直至死地。”

  3. 38.7Ἀντιόχου περιεχομένῳ

    中动相动词 περιέχομαι 支配属格(此处为 Ἀντιόχου),意为“执着于、珍视、保全”。与格分词 περιεχομένῳ 与代词与格 ἐμοί(“对我而言”)保持一致,构成完整句式:“对我这个一心想要保全安条克生命的人而言,哪怕舍弃王位也是美好的。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:38.1-38.9