- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:37.1-37.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在亚历山大被杀后,德米特里乌斯通过释明安抚了惶恐的马其顿军队,被拥立为马其顿国王,并借助民众对卡山德的怨恨及其与安提帕特家族的联姻巩固了统治。
ἡ μὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβον ἔσχεν. ἅμα δὲ ἡμέρᾳ ταραττομένοις τοῖς Μακεδόσι καὶ φοβουμένοις τὴν τοῦ Δημητρίου δύναμιν, ὡς ἐπῄει μὲν οὐδεὶς φοβερός, ὁ δὲ Δημήτριος ἔπεμπε βουλόμενος ἐντυχεῖν καὶ περὶ τῶν πεπραγμένων ἀπολογήσασθαι, θαρρεῖν παρέστη1 καὶ δέχεσθαι φιλανθρώπως αὐτόν.
那一夜自然陷入了意料之中的骚乱。然而到了黎明时分,动摇不安并畏惧德米特里乌斯军力的马其顿人见无人以武力逼近,反倒是德米特里乌斯派人前来希望与他们会面并就所发生之事进行申辩,他们便鼓起勇气,决定友好地接纳他。
ὡς δὲ ἦλθεν, οὐ μακρῶν ἐδέησεν αὐτῷ λόγων, ἀλλὰ τῷ μισεῖν μὲν τὸν Ἀντίπατρον, φονέα μητρὸς ὄντα, βελτίονος δὲ ἀπορεῖν,2 ἐκεῖνον ἀνηγόρευσαν βασιλέα Μακεδόνων, καὶ παραλαβόντες εὐθὺς κατῆγον εἰς Μακεδονίαν. ἦν δὲ καὶ τοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος ἡ μεταβολή, μεμνημένοις ἀεὶ καὶ μισοῦσιν ἃ Κάσανδρος εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόμησεν.3
德米特里乌斯到达后,并不需要多费口舌;马其顿人因痛恨弑母的安提帕特,又苦于找不出更合适的人选,便拥戴德米特里乌斯为马其顿人的国王,并随即迎奉他进入马其顿。留在家乡的马其顿人对这一剧变也并非心怀抗拒,因为他们始终铭记并痛恨卡山德在亚历山大死后对其所施加的种种倒行逆施。
εἰ δέ τις ἔτι μνήμη τῆς Ἀντιπάτρου τοῦ παλαιοῦ μετριότητος ὑπελείπετο, καὶ ταύτην Δημήτριος ἐκαρποῦτο Φίλᾳ συνοικῶν καὶ τὸν ἐξ ἐκείνης υἱὸν ἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε μειράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόμενον.
此外,即便人们对昔日老安提帕特的谦和节制尚存一丝追忆,德米特里乌斯也同样坐享其利;因为他迎娶了费拉为妻,并有两人所生之子作为统治权的继承人——那孩子当时已是青年,并正随父亲一同出征。
- 37.1ταραττομένοις τοῖς Μακεδόσι καὶ φοβουμένοις τὴν τοῦ Δημητρίου δύναμιν ... θαρρεῖν παρέστη
此处为主句核心动词 παρέστη 的无人称用法,意为“使……(与格)产生……(不定动词)的想法/决意”。句首的与格分词短语 ταραττομένοις τοῖς Μακεδόσι ... 作 παρέστη 的间接宾语(逻辑主语),中间被 ὡς 从句隔开,形成倒装离隔结构(hyperbaton)。不定式 θαρρεῖν 和 δέχεσθαι 作 παρέστη 的语法主语。
- 37.2τῷ μισεῖν μὲν τὸν Ἀντίπατρον, φονέα μητρὸς ὄντα, βελτίονος δὲ ἀπορεῖν
由中性定冠词 τῷ 统辖的两个并列不定式(μισεῖν 和 ἀπορεῖν)构成的表原因的与格结构(causal dative),意为“由于憎恨……”以及“由于缺乏……”,作主句动词 ἀνηγόρευσαν 的原因说明。
- 37.2ἃ Κάσανδρος εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόμησεν
关系代词 ἃ 用作动词 παρηνόμησεν 的同源/内宾语。“死去的亚历山大(Ἀλέξανδρον τεθνηκότα)”在此并非指前文中刚刚被刺杀的卡山德之子,而是指亚历山大大帝,意指卡山德在大帝死后对其母奥林匹亚斯及遗嗣施加的迫害与杀戮。
