- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:36.1-36.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯介入马其顿王室的内讧,与心怀戒备的亚历山大相互密谋除掉对方;最终德米特里乌斯在拉里萨的宴会上抢先下手,令护卫斩杀了亚历山大。
ἐπεὶ Κασάνδρου τελευτήσαντος ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύσας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους ἐστασίαζον, θατέρου δὲ αὐτῶν Ἀντιπάτρου τὴν μητέρα Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ μὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δημήτριον.
在卡山德去世后,他的长子腓力统治马其顿人不久便死去了,其余两个儿子陷入内讧;其中一人安提帕特杀害了母亲帖撒罗尼迦,另一人便向外求援,从伊庇鲁斯请来皮洛士,从伯罗奔尼撒请来德米特里乌斯。
ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ μέρος Μακεδονίας ἀποτεμόμενος τῆς βοηθείας μισθὸν φοβερὸς μὲν ἦν ἤδη παροικῶν Ἀλεξάνδρῳ· Δημητρίου δέ, ὡς ἐδέξατο τὰ γράμματα, μετὰ τῆς δυνάμεως προσιόντος, ἔτι μᾶλλον ὁ νεανίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωμα καὶ τὴν δόξαν ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόμενος μὲν καὶ φιλοφρονούμενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι τὰ πράγματα παρουσίας.
然而皮洛士率先抵达,割取了马其顿的大片领土作为援助的报酬,与亚历山大毗邻而居,已然成为可畏的威胁;而当德米特里乌斯接到书信、率军逼近时,这个年轻人因对方的威望与声誉更加畏惧他,便在狄翁附近迎接他,对他致以亲切的问候并礼遇有加,却声称局势已不再需要他的亲临。
ἦσαν οὖν ἐκ τούτων ὑποψίαι πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δημητρίῳ πρὸς δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκλημένῳ μηνύει τις ἐπιβουλήν, ὡς ἐν αὐτῷ τῷ πότῳ μελλόντων αὐτὸν ἀνελεῖν.1 ὁ δὲ μηδὲν διαταραχθείς, ἀλλὰ μικρὸν ὑφεὶς τῆς πορείας, ἐκέλευσε τοὺς μὲν ἡγεμόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας, ὅσοι περὶ αὐτὸν ἦσαν (ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου), συνεισελθεῖν εἰς τὸν ἀνδρῶνα καὶ παραμένειν ἄχρι ἂν ἐξαναστῇ.
由此他们之间相互产生了猜忌;当德米特里乌斯应这位年轻人的邀请前去赴宴时,有人向他告密有阴谋,称对方打算在酒宴中除掉他。德米特里乌斯毫不慌乱,只是稍稍放缓了步伐,命令指挥官们让军队保持戒备武装,并令身边的侍从与仆人(人数远多于亚历山大的随从)一同进入宴客厅,守候到他起身离席为止。
τοῦτο δείσαντες οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι. καὶ ὁ μὲν Δημήτριος οὐκ ἔχειν αὐτῷ τὸ σῶμα ποτικῶς σκηψάμενος διὰ ταχέων ἀπῆλθε· τῇ δὲ ὑστεραίᾳ περὶ ἀναζυγὴν εἶχε, πράγματα νεώτερα προσπεπτωκέναι φάμενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώμην ἔχειν τὸν Ἀλέξανδρον, εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ μᾶλλον ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος, ὡς οὐ πρὸς ἔχθραν, ἀλλʼ ἑκουσίως ἐκ τῆς χώρας ἀπαίροντος αὐτοῦ, καὶ προέπεμπεν ἄχρι Θετταλίας.
亚历山大左右的人见状心生畏惧,不敢下手。德米特里乌斯借口身体不适饮酒,迅速离席而去;次日他便忙于整装启程,声称有突发的新事端临到自己身上,并请求亚历山大原谅他匆忙拔营,因为待他日后闲暇时自会与他更多相聚。亚历山大于是大喜,以为他并非出于敌意而是自愿撤出该地,便护送他直至色萨利。
ἐπεὶ δὲ εἰς Λάρισσαν ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε (δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον) ὃ ἐμηχανᾶτο.2 κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δημήτριον. ὡς δὲ ἐκεῖνος ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ πρὸς τὰς θύρας συνηκολούθει.
但当他们抵达拉里萨时,两人又在互相暗算中彼此邀宴;这正是使亚历山大彻底落入德米特里乌斯掌中的根源。因为亚历山大唯恐戒备反倒提醒对方也加强戒备,结果在他正图谋下手之际,未能逃过对方的手心,反而先遭到了自己原本算计的厄运。因为他应邀赴宴来到了德米特里乌斯处。当德米特里乌斯在宴饮中途起身离席时,亚历山大心生恐惧,也一同起身,紧随其后跟到了门边。
γενόμενος οὖν ὁ Δημήτριος πρὸς ταῖς θύραις κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ τοῦτο μόνον εἰπών, κόπτε τὸν ἑπόμενον, αὐτὸς μὲν ὑπεξῆλθεν, ὁ δὲ Ἀλέξανδρος ὑπʼ ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ προσβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόμενον εἰπεῖν ὡς ἡμέρᾳ μιᾷ φθάσειεν αὐτοὺς ὁ Δημήτριος.3
德米特里乌斯来到门边自己的护卫跟前,只说了一句: “斩杀跟在后面的人”,自己便脱身而出;亚历山大随即被护卫们斩杀,前来救援的友人亦被击杀,据说其中一友人被杀时说道,德米特里乌斯不过比他们抢先了一天而已。
- 36.3ὡς ἐν αὐτῷ τῷ πότῳ μελλόντων αὐτὸν ἀνελεῖν
由 ὡς 引导的属格独立结构,用来表达告密者转述的“传闻内容或声称的意图”(表主观理由或内容的 ὡς)。分词 μελλόντων 的逻辑主语在句中承前省略,语境中指亚历山大及其同谋者。
- 36.5παθὼν ἔφθασε (δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον) ὃ ἐμηχανᾶτο
该句核心为主干动词 ἔφθασε 搭配补充色彩的分词 παθών(“先承受了……”),关系从句 ὃ ἐμηχανᾶτο 作 παθών 的宾语,意为“他原本图谋之事”。插入部分中的 δρᾶν μέλλοντος αὐτοῦ 为属格独立结构(“正当他打算下手之际”),其后的不定式短语 μὴ διαφυγεῖν ἐκεῖνον 表结果或伴随状况,意为“未能逃脱那个人(德米特里乌斯)的算计”。
- 36.6ὡς ἡμέρᾳ μιᾷ φθάσειεν αὐτοὺς ὁ Δημήτριος
希求法动词 φθάσειεν 处于表过去的不定式 εἰπεῖν 引导的间接引语中(斜格希求法)。动词 φθάνω 带宾格 αὐτούς 作为宾语,意为“抢先在他们之前”;ἡμέρᾳ μιᾷ 则是表示程度差别的与格(差额与格),意为“快了一天”。
