← 普鲁塔克

德米特里传

§35.1-35.4

进攻斯巴达与因收噩耗而撤离

德米特里乌斯进犯斯巴达并屡获胜局、克城在即,却因收到利西马科斯与托勒密夺取其领地的噩耗而被迫撤离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ἐχομένων δὲ τῶν Ἀθηνῶν εὐθὺς ἐπεβούλευε τῇ Λακεδαίμονι. καὶ περὶ Μαντίνειαν Ἀρχιδάμου τοῦ βασιλέως ἀπαντήσαντος αὐτῷ νικήσας μάχῃ καὶ τρεψάμενος εἰς τὴν Λακωνικὴν ἐνέβαλε. καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ πάλιν ἐκ παρατάξεως ἑλὼν πεντακοσίους καὶ διαφθείρας διακοσίους, ὅσον οὔπω1 τὴν πόλιν ἔχειν ἐδόκει μέχρι τῶν χρόνων ἐκείνων ἀνάλωτον οὖσαν.

在掌控雅典之后,他立即图谋对付拉刻代蒙。当国王阿基达穆斯在曼提尼亚附近迎击他时,他通过交战击败对方并使其溃逃,攻入了拉科尼卡。接着在斯巴达城下,他又在正规会战中俘获五百人、歼灭二百人,以致那座直到当时都从未被攻破的城池,似乎瞬息之间便要被他攻陷。

§35.2

ἀλλʼ ἡ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικεν οὕτω τροπὰς λαβεῖν μεγάλας καὶ ταχείας, οὐδʼ ἐν ἑτέροις πράγμασι τοσαυτάκις μικρὰ καὶ πάλιν μεγάλη καὶ ταπεινὴ μὲν ἐκ λαμπρᾶς, ἰσχυρὰ δὲ αὖθις ἐκ φαύλης γενέσθαι. διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσι μεταβολαῖς πρὸς τὴν τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον· σύ τοί με φυσᾷς, σύ με καταίθειν μοι δοκεῖς.

然而,命运在任何其他国王身上似乎都未曾经历过如此巨大而迅速的剧变,亦未曾在其他事态中如此频繁地变小又再度变大,从显赫沦落为微贱,又从衰弱重振为强大。因此据说他在境遇每况愈下之时,总对着命运吟诵埃斯库罗斯的诗句:“果真是你将我吹得膨胀,又看似将我焚毁殆尽。”

§35.3

καὶ γὰρ τότε τῶν πραγμάτων οὕτως εὐπόρων αὐτῷ πρὸς ἀρχὴν καὶ δύναμιν ἐπιδιδόντων ἀγγέλλεται Λυσίμαχος μὲν πρῶτος ἀφῃρημένος2 αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον δὲ Πτολεμαῖος ᾑρηκὼς ἄνευ μιᾶς πόλεως Σαλαμῖνος, ἐν δὲ Σαλαμῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν μητέρα κατειλημμένους.

因为就在当时,他的局面正如此顺遂地朝着霸业与权势迈进,却传来消息:先是利西马科斯剥夺了他在亚洲的诸城,接着托勒密除了萨拉米斯一城外攻取了整个塞浦路斯,而在萨拉米斯围困着他被困住的子女与母亲。

§35.4

οὐ μὴν ἀλλὰ καὶ ἡ τύχη, καθάπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνὴ τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τῇ δʼ ἑτέρῃ πῦρ, δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμασιν ἀποστήσασα τῆς Λακεδαίμονος, εὐθὺς ἑτέρας πραγμάτων καινῶν καὶ μεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.

然而,命运正如阿尔基洛科斯笔下那个心怀叵测的女人,一只手端着水,另一只手端着火;命运虽以如此险恶可怕的噩耗使他从拉刻代蒙撤军,却旋即因如下的缘故,为他带来了开创全新而伟大事业的另一番希望。

语法注2 条
  1. 35.1ὅσον οὔπω

    固定副词短语,意为“几乎”、“瞬息之间”、“即刻”(字面意为“就如同尚未发生一般短促”),修饰不定词 ἔχειν,生动表现斯巴达沦陷已迫在眉睫。

  2. 35.3ἀγγέλλεται Λυσίμαχος μὲν πρῶτος ἀφῃρημένος

    传述动词 ἀγγέλλεται(现在时被动态)在此采用人称结构(主格分词补足结构 nominativus cum participio),而非无人称的 ὅτι 从句或宾格不定词结构;逻辑主语 Λυσίμαχος 与 Πτολεμαῖος 作语法主格,后续接分词 ἀφῃρημένος、ᾑρηκώς 和 πολιορκῶν,意为“据报利西马科斯首先剥夺了他……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:35.1-35.4