← 普鲁塔克

德米特里传

§34.1-34.5

雅典投降与德米特里乌斯的宽宥赈济

雅典人迫于饥荒向德米特里乌斯投降;入城后,德米特里乌斯非但未加惩罚,反而宽厚赦免并赈济粮食,欣喜若狂的民众随即将要塞交付给他,他也进一步派兵驻防。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

οἱ δὲ Ἀθηναῖοι, καίπερ ψηφισάμενοι θάνατον εἰ μνησθείη τις1 εἰρήνης καὶ διαλλαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον, οὐδὲν μὲν ἀπʼ ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας, ἐν ᾗ δυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τι καὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐν οἰκήματι καθέζεσθαι τὰ καθʼ ἑαυτοὺς ἀπεγνωκότας, ἐκ δὲ τῆς ὀροφῆς μῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δέ, ὡς εἶδον, ἀναπηδήσαντας ἀμφοτέρους διαμάχεσθαι περὶ αὐτοῦ. τότε καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς συνήθεις κυάμους πρὸς ἀριθμὸν μετʼ αὐτῶν διανεμόμενον.

然而,雅典人尽管曾通过决议,凡有人胆敢提及与德米特里乌斯讲和或和解者处以死刑,此时却立即打开临近的城门派遣使者;他们并未指望从他那里获得宽待,实乃困顿所迫。在这段困苦之中,发生了许多惨祸,据说甚至有这样一件事:一对父子自认回天乏术,坐在室内,屋顶上掉下一只死老鼠,两人一见,双双跳起,为了争夺它而大打出手。据说当时哲学家伊壁鸠鲁也按颗数与同伴们分配豆子,以此维持他们的生计。

§34.3

οὕτως οὖν τῆς πόλεως ἐχούσης εἰσελθὼν ὁ Δημήτριος, καὶ κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις μὲν συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλαβεν, αὐτὸς δὲ καταβάς, ὥσπερ οἱ τραγῳδοί, διὰ τῶν ἄνω παρόδων, ἔτι μᾶλλον ἐκπεπληγμένων τῶν Ἀθηναίων τὴν ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν.2

城中局势既是如此,德米特里乌斯入城后,命令全体市民集聚于剧场,他用全副武装的士兵封锁了舞台,以卫士包围了讲坛;他自己则仿若悲剧演员一般,从上方侧道步下。雅典人愈发惊骇失色之际,他却以演说的开端宣告了他们恐惧的终结。

§34.4

καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων πικρίας φεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς μεμψάμενος αὐτοὺς διηλλάσσετο, καὶ δέκα μυριάδας σίτου μεδίμνων ἐπέδωκε, καὶ κατέστησεν ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προσφιλεῖς ἦσαν. συνιδὼν δὲ Δρομοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆμον ἔν τε φωναῖς ὄντα παντοδαπαῖς καὶ τοὺς ἀπὸ τοῦ βήματος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμενον ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναι καὶ τὴν Μουνυχίαν.

因为他既未厉声斥责,亦未口出恶言,仅温和而友好地责备了他们几句,便同他们和解,并慷慨赠予十万梅迪姆诺斯谷物,任命了深受民众爱戴的官长。演说家德罗莫克莱德斯见民众欢欣若狂,发出各种欢呼,竭力争相胜过讲坛上政客们的赞美之辞,便起草提案,将比雷埃夫斯和穆尼基亚移交给德米特里乌斯国王。

§34.5

ἐπιψηφισθέντων δὲ τούτων ὁ Δημήτριος αὐτὸς ἐφʼ ἑαυτοῦ προσενέβαλε φρουρὰν εἰς τὸ Μουσεῖον, ὡς μὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆμον ἀσχολίας αὐτῷ πραγμάτων ἑτέρων παρασχεῖν.3

待这些决议通过后,德米特里乌斯自己又主动在缪塞翁驻扎了卫戍部队,以免民众再度如惊马般反叛,使他在其他事务上分心受扰。

语法注3 条
  1. 34.1εἰ μνησθείη τις

    间接引语中表示过去决议(ψηφισάμενοι)内容的祈愿语气(斜位祈愿语气)。直接引语中本为带有虚拟语气的条件从句(ἐάν τις μνησθῇ),在从属于过去时态动词时转为祈愿语气。

  2. 34.3τὴν ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν

    双宾格(宾语与宾语补足语)结构:τὴν ἀρχὴν τοῦ λόγου(演说的开端)作直接宾语,πέρας(终结)作宾语补足语,构成了对仗严整的修辞对比。

  3. 34.5ὡς μὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆμον ἀσχολίας αὐτῷ πραγμάτων ἑτέρων παρασχεῖν

    由 ὡς μή 接不定式(παρασχεῖν)构成的否定目的从句。宾格 τὸν δῆμον 作不定式的逻辑主语,分词 ἀναχαιτίσαντα(比喻像惊马一样扬蹄抗拒)与该宾格在性和数上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:34.1-34.5