- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:33.1-33.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯拒绝了塞琉古的索求,在经历海难与战伤后再度围困雅典并以严酷断粮造成严重饥荒,最终逼退托勒密的援军舰队并令僭主拉卡雷斯弃城逃亡。
οὐ μὴν ὑπέπτηξε Δημήτριος, ἀλλὰ φήσας οὐδʼ ἂν μυριάκις ἡττηθῇ μάχας ἄλλας ἐν Ἴψῳ γαμβρὸν ἀγαπήσειν ἐπὶ μισθῷ Σέλευκον,1 τὰς μὲν πόλεις ἐκρατύνατο φρουραῖς, αὐτὸς δὲ πυθόμενος Λαχάρη στασιάζουσιν Ἀθηναίοις ἐπιθέμενον τυραννεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφανεὶς λήψεσθαι τὴν πόλιν. καὶ τὸ μὲν πέλαγος ἀσφαλῶς διεπεραιώθη μεγάλῳ στόλῳ, παρὰ δὲ τὴν Ἀττικὴν παραπλέων ἐχειμάσθη καὶ τὰς πλείστας ἀπέβαλε τῶν νεῶν, καὶ συνδιεφθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον.
然而德米特里乌斯并未退缩,反而声称,纵使在伊普苏斯式的战役中再惨败万次,他也绝不会付出代价而甘认塞琉古为婿;他用卫戍部队巩固了各城,自己则在获悉拉卡雷斯趁雅典人内讧而僭位掌权后,指望只要自己一露面便能轻取该城。他率领庞大舰队平安横渡开阔海域,但在沿阿提卡海岸航行时遭遇风暴,损失了大部分战船,为数不少的部众也一同罹难。
αὐτὸς δὲ σωθεὶς ἥψατο μέν τινος πολέμου πρὸς τοὺς Ἀθηναίους, ὡς δʼ οὐδὲν ἐπέραινε, πέμψας ναυτικὸν αὖθις ἀθροίσοντας2 αὐτὸς εἰς Πελοπόννησον παρῆλθε καὶ Μεσσήνην ἐπολιόρκει. καὶ προσμαχόμενος τοῖς τείχεσιν ἐκινδύνευσε, καταπελτικοῦ βέλους εἰς τὸ πρόσωπον αὐτῷ καὶ τὸ στόμα διὰ τῆς σιαγόνος ἐμπεσόντος.
他本人虽幸免于难,并向雅典人发起了一些零星战事,但见毫无建树,便派出人手重整水师,自己则进军伯罗奔尼撒,围攻墨塞涅。在攻打城墙时他身陷险境,一记重弩的弩箭穿透他的下颌,射中了他的面部和口腔。
ἀναληφθεὶς δὲ καὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόμενος πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ κρατήσας Ἐλευσῖνος καὶ Ῥαμνοῦντος ἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼν ἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθηναίοις ἐκρέμασε τὸν ἔμπορον καὶ τὸν κυβερνήτην, ὥστε τῶν ἄλλων ἀποτρεπομένων διὰ φόβον σύντονον λιμὸν ἐν ἄστει γενέσθαι, πρὸς δὲ τῷ λιμῷ καὶ τῶν ἄλλων ἀπορίαν. ἁλῶν γοῦν μέδιμνον ὠνοῦντο τετταράκοντα δραχμῶν, ὁ δὲ τῶν πυρῶν μόδιος ὤνιος ἦν τριακοσίων.
他在痊愈并招抚了若干叛离的城镇后,再度攻入阿提卡,控制了厄琉息斯和拉姆努斯,蹂躏了当地田野。他俘获了一艘满载粮食运给雅典人的货船,随即将船商与舵手施以绞刑;因其他人惊惧退避,城中爆发了极严重的饥荒,且除断粮外其余物资亦极度匮乏。至少买一梅迪姆诺斯食盐要四十德拉克马,而一莫迪奥斯小麦竟售价三百德拉克马。
μικρὰν δὲ τοῖς Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα νῆες φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεμψεν ἐπικούρους αὐτοῖς Πτολεμαῖος. εἶτα Δημητρίῳ πολλῶν μὲν ἐκ Πελοποννήσου, πολλῶν δὲ ἀπὸ Κύπρου νεῶν παραγενομένων, ὥστε συμπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ Πτολεμαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέμενος τὴν πόλιν.
托勒密派来增援雅典人的一百五十艘战舰在埃癸娜附近现身,使雅典人获得了一丝喘息之机。然而随后大批船只自伯罗奔尼撒和塞浦路斯汇集到德米特里乌斯麾下,总数达三百艘之多,托勒密舰队只得拔锚逃离,僭主拉卡雷斯也弃城潜逃。
- 33.1οὐδʼ ἂν μυριάκις ἡττηθῇ μάχας ἄλλας ἐν Ἴψῳ γαμβρὸν ἀγαπήσειν ἐπὶ μισθῷ Σέλευκον
间接引语结构。由分词 φήσας 引出,条件从句含有 ἄν(=ἐάν)加虚拟式 ἡττηθῇ(相当于直接引语中的 ἐὰν ἡττηθῶ),主句则由否定词 οὐδʼ 与将来时不定词 ἀγαπήσειν 构成,传达直接引语中坚决的拒绝态度(“纵使……我也绝不会……”)。γαμβρόν 用作宾语 Σέλευκον 的补足语,ἐπὶ μισθῷ 意为“以报酬为代价/有偿地”。
- 33.2πέμψας ναυτικὸν αὖθις ἀθροίσοντας
表示目的的将来时分词结构。ἀθροίσοντας 为阳性复数宾格,在语法上与 πέμψας 所隐含的指人宾语(受派遣之人/使者们)取得意义上的一致(constructio ad sensum),同时以 ναυτικόν(水师/舰队)作为分词自身的直接宾语。
