- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯夺取库因达的余款后在叙利亚与塞琉古友好会晤并送嫁女儿,但随后因塞琉古贪得无厌地索要奇里乞亚及腓尼基诸城而产生冲突。
αἰσθόμενος δὲ τοῦτο Δημήτριος ὥρμησεν ἀπὸ θαλάσσης ἐπὶ Κυΐνδων· καὶ τῶν χρημάτων εὑρὼν ἔτι λοιπὰ χίλια καὶ διακόσια τάλαντα, ταῦτα συσκευασάμενος καὶ φθάσας ἐμβαλέσθαι1 διὰ ταχέων ἀνήχθη. καὶ παρούσης ἤδη Φίλας τῆς γυναικὸς αὐτῷ περὶ Ῥωσσὸν ἀπήντησε Σέλευκος.
德米特里乌斯察觉到这一点,便从海上直奔库因达;在发现国库中尚留有一千二百塔兰同巨款后,他将这些财物打包,争分夺秒装载上船,随即迅速扬帆出海。此时其妻菲拉已同他会合,塞琉古在罗斯苏斯附近迎候了他。
καὶ τὴν ἔντευξιν εὐθὺς ἄδολον καὶ ἀνύποπτον καὶ βασιλικὴν ἐποιοῦντο, πρότερον μὲν Σέλευκος ἑστιάσας ἐπὶ σκηνῆς ἐν τῷ στρατοπέδῳ Δημήτριον, αὖθις δὲ Δημήτριος ἐκεῖνον ἐν τῇ τρισκαιδεκήρει δεξάμενος. ἦσαν δὲ καὶ σχολαὶ καὶ κοινολογίαι καὶ συνδιημερεύσεις ἀφρούρων καὶ ἀνόπλων, ἄχρι οὗ Σέλευκος τὴν Στρατονίκην ἀναλαβὼν λαμπρῶς εἰς Ἀντιόχειαν ἀνέβη.
他们旋即以毫无诡诈、互无疑忌且符合王者气度的方式举行了会晤,先由塞琉古在军营的大帐中款待德米特里乌斯,继而由德米特里乌斯在那艘十三层桨战船上回访迎候。两人在没有卫兵也未带武器的情形下闲谈休整、促膝长谈并整日共处,直到塞琉古带着斯特拉托妮克,仪仗隆重地登程前往安条克。
Δημήτριος δὲ Κιλικίαν κατέσχε, καὶ Φίλαν τὴν γυναῖκα πρὸς Κάσανδρον ἔπεμψε τὸν ἀδελφόν, ἀπολυσομένην τὰς Πλειστάρχου κατηγορίας.2 ἐν δὲ τούτῳ Δηϊδάμεια πλεύσασα πρὸς αὐτὸν ἀπὸ τῆς Ἑλλάδος καὶ συγγενομένη χρόνον οὐ πολὺν ἐξ ἀρρωστίας τινὸς ἐτελεύτησε. γενομένης δὲ πρὸς Πτολεμαῖον διὰ Σελεύκου φιλίας αὐτῷ, ὡμολογήθη Πτολεμαΐδα τὴν Πτολεμαίου θυγατέρα λαβεῖν αὐτὸν γυναῖκα.
德米特里乌斯控制了奇里乞亚,并派妻子菲拉前往其兄卡山德处,以化解普莱斯塔库斯的指控。在此期间,戴达米娅从希腊乘船前来与他相会,但相伴未久便因病辞世。不过,经由塞琉古的斡旋,德米特里乌斯与托勒密结好,并约定由他迎娶托勒密的女儿托勒迈斯为妻。
καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου.3 Κιλικίαν δὲ ἀξιῶν χρήματα λαβόντα παραδοῦναι Δημήτριον, ὡς οὐκ ἔπειθε, Σιδῶνα καὶ Τύρον ἀπαιτῶν πρὸς ὀργὴν ἐδόκει βίαιος εἶναι καὶ δεινὰ ποιεῖν, εἰ τὴν ἀπʼ Ἰνδῶν ἄχρι τῆς κατὰ Συρίαν θαλάσσης ἅπασαν ὑφʼ αὑτῷ πεποιημένος οὕτως ἐνδεής ἐστιν ἔτι πραγμάτων καὶ πτωχὸς ὡς ὑπὲρ δυεῖν πόλεων ἄνδρα κηδεστὴν καὶ μεταβολῇ τύχης κεχρημένον ἐλαύνειν,4 λαμπρὰν τῷ Πλάτωνι μαρτυρίαν διδοὺς διακελευομένῳ μὴ τὴν οὐσίαν πλείω, τὴν δὲ ἀπληστίαν ποιεῖν ἐλάσσω τόν γε βουλόμενον ὡς ἀληθῶς εἶναι πλούσιον, ὡς ὅ γε μὴ παύων φιλοπλουτίαν, οὗτος οὔτε πενίας οὔτε ἀπορίας ἀπήλλακται.
塞琉古的这些作为固然可称宽厚得体。然而,当他要求德米特里乌斯收受款项而交出奇里乞亚未果后,竟愤而索要西顿与提尔,这便被视作强暴蛮横与骇人听闻:一个已将从印度直到叙利亚海滨的所有土地收归治下的人,在财富上竟仍如此匮乏穷困,以至于为了两座城池,就要去逼迫一位既是自己姻亲又正遭遇运势剧变的人。这正为柏拉图的告诫提供了极具说服力的明证,柏拉图曾劝喻:真心渴望富有的人,不当增加财产,而当减少贪念;因为凡不止息对财富之贪恋者,便既未摆脱贫困,也未脱离匮乏。
- 32.1φθάσας ἐμβαλέσθαι
动词 φθάνω 在古典雅典散文中通常接续补充性分词,但在希腊化时代希腊语及普鲁塔克的用法中常接不定式,表示“抢先/抓紧完成某事”。此处指在遭到干预之前迅速成功将财物装载上船。
- 32.3ἀπολυσομένην τὰς Πλειστάρχου κατηγορίας
将来时分词 ἀπολυσομένην 配合动词 ἔπεμψε 表目的(“旨在澄清/洗刷普莱斯塔库斯的指控”)。中间态 ἀπολύομαι 意为为自身一方辩解或消除指控。
- 32.4καὶ ταῦτα μὲν ἀστεῖα τοῦ Σελεύκου
表语形容词 ἀστεῖα 后省略了系动词 ἦν。属格 τοῦ Σελεύκου 为特征或来源属格(“塞琉古这些方面的表现固然是温和得体的”),与紧随其后的 δέ 引导的分句形成对比(μέν...δέ)。
- 32.4δεινὰ ποιεῖν, εἰ ... ἐλαύνειν
连词 εἰ 在表达情感或道德评判的短语(δεινὰ ποιεῖν)后引导说明性原因从句(“竟做出……这般骇人之事”)。从句内部由 οὕτως ... ὡς 接不定式 ἐλαύνειν 构成表程度的结果从句(“匮乏至极以致逼迫……”)。
