← 普鲁塔克

德米特里传

§31.1-31.5

德米特里乌斯的复苏与塞琉古求婚

德米特里乌斯从雅典索回舰队并在切尔索尼斯重整旗鼓,随后塞琉古向其女斯特拉托妮克求婚;德米特里乌斯率舰驶向叙利亚,中途停靠奇里乞亚引发普莱斯塔库斯不满并前去向塞琉古抗议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ὁ γοῦν Δημήτριος τότε δεινὰ μὲν ἡγούμενος πάσχειν, ἀδύνατος δὲ ὢν ἀμύνασθαι, προσέπεμψε τοῖς Ἀθηναίοις ἐγκαλῶν μετρίως, ἀξιῶν δὲ τὰς ναῦς ἀπολαβεῖν, ἐν αἷς ἦν καὶ ἡ τρισκαιδεκήρης. κομισάμενος δὲ παρέπλευσεν εἰς Ἰσθμόν, καὶ τῶν πραγμάτων αὐτῷ κακῶς ἐχόντων (ἐξέπιπτον γὰρ ἑκασταχόθεν αἱ φρουραὶ καὶ μεθίστατο πάντα πρὸς τοὺς πολεμίους)

无论如何,德米特里乌斯当时虽自认遭受了惨痛的对待,却没有能力进行报复,便派人前往雅典人那里,只是温和地予以责备,并要求收回那些船只,其中包括那艘十三层桨战船。收回船只后,他沿海驶往地峡;鉴于他的局势每况愈下——驻军在各处被逐出,一切都倒向了敌人——

§31.2

ἀπολιπὼν ἐπὶ τῆς Ἑλλάδος Πύρρον αὐτὸς ἄρας ἐπὶ τὴν Χερρόνησον ἔπλευσε· καὶ κακῶς ἅμα ποιῶν Λυσίμαχον ὠφέλει καὶ συνεῖχε τὴν περὶ αὑτὸν δύναμιν, ἀρχομένην ἀναλαμβάνειν καὶ γίνεσθαι πάλιν οὐκ εὐκαταφρόνητον. ὁ δὲ Λυσίμαχος ὑπὸ τῶν ἄλλων βασιλέων ἠμελεῖτο, μηδὲν ἐπιεικέστερος ἐκείνου δοκῶν εἶναι, τῷ δὲ μᾶλλον ἰσχύειν καὶ φοβερώτερος.1

他便将皮洛士留在希腊,自己起航驶向色雷斯切尔索尼斯。他在重创利西马科斯的同时,接济并巩固了自己周围的军队,这支军队开始恢复元气,再度变得不可小觑。至于利西马科斯,则遭到了其他诸王的冷落,因为他看来绝不比德米特里乌斯更加温和,反而因实力更强而更加令人畏惧。

§31.3

οὐ πολλῷ δὲ ὕστερον Σέλευκος ἐμνᾶτο πέμπων τὴν Δημητρίου καὶ Φίλας θυγατέρα Στρατονίκην, ἔχων μὲν ἐξ Ἀπάμας τῆς Περσίδος υἱὸν Ἀντίοχον, οἰόμενος δὲ τὰ πράγματα καὶ διαδόχοις ἀρκεῖν πλείοσι, καὶ δεῖσθαι τῆς πρὸς ἐκεῖνον οἰκειότητος, ἐπεὶ καὶ Λυσίμαχον ἑώρα τῶν Πτολεμαίου θυγατέρων τὴν μὲν ἑαυτῷ, τὴν δὲ Ἀγαθοκλεῖ τῷ υἱῷ λαμβάνοντα.

不久之后,塞琉古派使者前来,求娶德米特里乌斯与菲拉之女斯特拉托妮克。塞琉古虽然与波斯女子阿帕玛育有一子安条克,但他认为自己的疆业足以支撑更多的继承人,且需要与德米特里乌斯建立姻亲关系,因为他看到利西马科斯娶了托勒密的一个女儿为妻,又让儿子阿加托克利斯娶了另一个女儿。

§31.4

Δημητρίῳ δʼ ἦν ἀνέλπιστος εὐτυχία κηδεῦσαι Σελεύκῳ. καὶ τὴν κόρην ἀναλαβὼν ἔπλει ταῖς ναυσὶ πάσαις εἰς Συρίαν, τῇ τε ἄλλῃ γῇ προσέχων ἀναγκαίως καὶ τῆς Κιλικίας ἁπτόμενος, ἣν Πλείσταρχος εἶχε μετὰ τὴν πρὸς Ἀντίγονον μάχην ἐξαίρετον αὐτῷ δοθεῖσαν ὑπὸ τῶν βασιλέων·2 ἦν δὲ Κασάνδρου Πλείσταρχος ἀδελφός.

对德米特里乌斯而言,与塞琉古结为姻亲是一笔意外的幸运。他带上女儿,率全舰队驶向叙利亚,沿途不得不靠泊其他海岸,并踏上了奇里乞亚的土地;奇里乞亚由普莱斯塔库斯掌管,是诸王在与安提柯会战之后作为特赏赐予他的;而普莱斯塔库斯乃是卡山德的兄弟。

§31.5

ἀδικεῖσθαι δὲ τὴν χώραν αὑτοῦ νομίζων ὑπὸ Δημητρίου κατὰ τὰς ἀποβάσεις, καὶ μέμψασθαι βουλόμενος τὸν Σέλευκον ὅτι τῷ κοινῷ διαλλάττεται πολεμίῳ δίχα τῶν ἄλλων βασιλέων, ἀνέβη πρὸς αὐτόν.3

普莱斯塔库斯认为德米特里乌斯在上岸时侵害了自己的领地,又意欲责备塞琉古竟抛开其他诸王而擅自与共同的敌人讲和,便启程前去拜见塞琉古。

语法注3 条
  1. 31.2μηδὲν ἐπιεικέστερος ἐκείνου δοκῶν εἶναι, τῷ δὲ μᾶλλον ἰσχύειν καὶ φοβερώτερος

    代词 ἐκείνου 为比较属格,指代前文被提及的德米特里乌斯。后半句的 τῷ μᾶλλον ἰσχύειν 为带冠词不定式与格,作原因或方面与格修饰比较级形容词 φοβερώτερος(“因其更加强大而在这一层面上更为可怕”)。

  2. 31.4ἣν Πλείσταρχος εἶχε μετὰ τὴν πρὸς Ἀντίγονον μάχην ἐξαίρετον αὐτῷ δοθεῖσαν ὑπὸ τῶν βασιλέων

    修饰关系代词 ἣν(指代奇里乞亚)的分词短语。ἐξαίρετον 为宾格述语(“作为特赏”),修饰被动态分词 δοθεῖσαν,并带有表示接受者的与格 αὐτῷ(指普莱斯塔库斯)。

  3. 31.5ἀνέβη πρὸς αὐτόν

    人称代词 αὐτόν 的先行词依据上下文及紧接其前的不定式短语 μέμψασθαι βουλόμενος τὸν Σέλευκον(“欲责备塞琉古”)确定为塞琉古。动词 ἀνέβη(“上行/前往”)指从沿海的奇里乞亚行省前往内陆的王都。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:31.1-31.5