- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:30.1-30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊普苏斯战役后,获胜诸王瓜分了领地;败逃的德米特里乌斯本欲求助于雅典却遭闭门拒纳,从而引发了关于民众过度荣誉之虚妄与反复无常的议论。
οὕτω δὲ κριθείσης τῆς μάχης, οἱ μὲν νενικηκότες βασιλεῖς τὴν ὑπʼ Ἀντιγόνῳ καὶ Δημητρίῳ πᾶσαν ἀρχὴν ὥσπερ μέγα σῶμα κατακόπτοντες ἐλάμβανον μερίδας, καὶ προσδιενείμαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ πρότερον. Δημήτριος δὲ μετὰ πεντακισχιλίων πεζῶν καὶ τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς Ἔφεσον, οἰομένων ἁπάντων ἀποροῦντα χρημάτων αὐτὸν οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ, φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων, καὶ τὸν πλοῦν ἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας. καὶ γὰρ καὶ ναῦς ἐκεῖ καὶ χρήματα καὶ γυναῖκα Δηϊδάμειαν ἐτύγχανε καταλελοιπώς, καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴν εἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας.
战斗就这样决出了胜负,得胜的诸王将安提柯和德米特里乌斯的整个王国宛如巨大的躯体一般切割分肥,将他们的行省增补分配到自己原先持有的领地之中。德米特里乌斯则率领五千步兵和四千骑兵逃跑,急行军赶赴以弗所;当时众人都以为他缺乏资财必不会放过神庙,他却因担心士卒们会行此劫掠,便迅速起营拔寨,扬帆驶向希腊,将残存的希望最大程度地寄托在雅典人身上。因为他恰好将战船、金钱以及妻子黛达米亚留在了那里,并且认为对于自己的处境而言,没有什么避难所比雅典人的善意更为可靠。
ὅθεν ἐπεὶ γενομένῳ περὶ τὰς Κυκλάδας αὐτῷ πρέσβεις Ἀθηναίων ἀπήντησαν ἀπέχεσθαι τῆς πόλεως παρακαλοῦντες, ὡς ἐψηφισμένου τοῦ δήμου μηδένα δέχεσθαι τῇ πόλει τῶν βασιλέων, τὴν δὲ Δηϊδάμειαν εἰς Μέγαρα ἐξέπεμψαν μετὰ τιμῆς καὶ πομπῆς πρεπούσης, τοῦ καθεστηκότος ἐξέστη δι’ ὀργὴν αὐτοῦ,1 καίπερ ἐνηνοχὼς ῥᾷστα τὴν ἄλλην ἀτυχίαν καὶ γεγονὼς ἐν τοιαύτῃ μεταβολῇ πραγμάτων οὐ ταπεινὸς οὐδʼ ἀγεννής.
因此,当他抵达基克拉泽斯群岛附近时,雅典的使节迎上前来,要求他远离城邦,宣称民众已通过决议不接纳任何君王入城,而他们已备具合宜的礼仪和护卫将黛达米亚护送到了墨加拉;他闻讯因愤怒而失去了常态,尽管他本已极其坦然地承受了其余的厄运,且在如此巨大的局势剧变中未曾表现出卑琐或懦弱。
ἀλλὰ τὸ παρʼ ἐλπίδα διεψεῦσθαι τῶν Ἀθηναίων καὶ τὴν δοκοῦσαν εὔνοιαν ἐξεληλέγχθαι τοῖς πράγμασι κενὴν καὶ πεπλασμένην οὖσαν ὀδυνηρὸν ἦν αὐτῷ. τὸ γὰρ φαυλότατον, ὡς ἔοικεν, εὐνοίας ὄχλων βασιλεῦσι καὶ δυνάσταις τεκμήριόν ἐστιν ὑπερβολὴ τιμῶν, ἧς ἐν τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος·2 τὰ γὰρ αὐτὰ καὶ δεδιότες ψηφίζονται καὶ φιλοῦντες.
然而,对雅典人期望的落空,以及他们表面上的善意在事态面前被证实是空虚伪善的,这令他无比痛苦。因为,看来过度的荣誉乃是民众对君王和统治者之善意最不可靠的证据;其高尚原本存在于授予者的自愿抉择中,恐惧却剥夺了它的可信度;因为人们在心怀畏惧与心怀爱戴时,所表决的内容是完全相同的。
διόπερ οἱ νοῦν ἔχοντες οὐκ εἰς ἀνδριάντας οὐδὲ γραφὰς οὐδὲ ἀποθεώσεις, ἀλλὰ μᾶλλον εἰς τὰ ἔργα καὶ τὰς πράξεις τὰς ἑαυτῶν ἀποβλέποντες ἢ πιστεύουσιν, ὡς τιμαῖς, ἢ ἀπιστοῦσιν, ὡς ἀνάγκαις·3 ὡς οἵ γε δῆμοι πολλάκις ἐν αὐταῖς μάλιστα ταῖς τιμαῖς μισοῦσι τοὺς ἀμέτρως καὶ ὑπερόγκως καὶ παρʼ ἀκόντων λαμβάνοντας.
因此,明智之士并不着眼于雕像、画像或神化仪式,而是更多地着眼于自己的功业与行径,以此来决定是将之视同真正的荣誉而予以信任,还是视同被迫之举而予以怀疑;因为民众往往恰恰在赐予荣誉之时,最痛恨那些毫无节制、狂妄自大且从不情愿的民众手中接受荣誉的人。
- 30.3τοῦ καθεστηκότος ἐξέστη δι’ ὀργὴν αὐτοῦ
成语结构 ἐξίστασθαι τοῦ καθεστηκότος(失去常态、失去平静沉着的心境),其中属格代词 αὐτοῦ 修饰 τοῦ καθεστηκότος,表示“他原有的正常状态”。此处的属格为表示脱离的属格,生动体现他在极度狂怒下丧失了自制力。
- 30.4ἧς ἐν τῇ προαιρέσει τῶν ἀποδιδόντων ἐχούσης τὸ καλὸν ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος
复合嵌套结构:关系代词 ἧς 指代先行词 ὑπερβολὴ τιμῶν,并在关系从句内部与分词 ἐχούσης 构成属格绝对结构(ἧς... ἐχούσης τὸ καλόν,“尽管其高尚之处本在于授予者的自愿抉择”),而从句的核心句为 ἀφαιρεῖ τὴν πίστιν ὁ φόβος(“恐惧剥夺了其可信度”),带有让步意味。
- 30.5ἢ πιστεύουσιν, ὡς τιμαῖς, ἢ ἀπιστοῦσιν, ὡς ἀνάγκαις
动词 πιστεύουσιν 与 ἀπιστοῦσιν 的宾语(指上述的诸般荣誉)在语境中被承前省略,由 ὡς 引导的与格名词 τιμαῖς 与 ἀνάγκαις 用作表语性补足语(“视作真正的荣誉”、“视作被迫的必然之举”),配合动词对与格的支配或修饰暗含的宾语。
