- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:29.1-29.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊普苏斯战役前的凶兆被描述出来,德米特里乌斯因贪功追击导致方阵孤立投降,安提柯在坚信儿子会来救援的期望中战死。
τότε μέντοι καὶ σημεῖα μοχθηρὰ κατεδουλοῦτο τὴν γνώμην αὐτῶν. Δημήτριος μὲν γὰρ ἔδοξε κατὰ τοὺς ὕπνους Ἀλέξανδρον ὡπλισμένον λαμπρῶς ἐρωτᾶν1 ὁποῖόν τι σύνθημα διδόναι πρὸς τὴν μάχην μέλλουσιν· αὐτοῦ δὲ φήσαντος, Δία καὶ Νίκην ἄπειμι τοίνυν, φάναι,2 πρὸς τοὺς ἐναντίους· ἐκεῖνοι γάρ με παραλαμβάνουσιν.
然而,此时凶险的征兆也压抑着他们的心神。因为德米特里乌斯在睡梦中似乎看见身着华丽盔甲的亚历山大询问他们准备在战斗中用什么作为暗号;当他回答道: “宙斯与胜利”,亚历山大说道: “那我便去往你的敌人那里,因为他们正迎接着我。”
Ἀντίγονος δὲ παραταττομένης ἤδη τῆς φάλαγγος ἐξιὼν προσέπταισεν, ὥστε πεσεῖν ὅλως ἐπὶ στόμα καὶ διατεθῆναι χαλεπῶς· ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν ᾐτήσατο νίκην παρὰ τῶν θεῶν ἢ θάνατον ἀναίσθητον πρὸ τῆς ἥττης.
此外,当方阵已经在列队之时,安提柯走出来时绊了一跤,以致整个人脸朝下跌倒,受了重伤;他站起身来,向天伸出双手,祈求诸神赐予胜利,或者在战败之前赐予毫无痛苦的死亡。
γενομένης δὲ τῆς μάχης ἐν χερσὶ Δημήτριος ἔχων τοὺς πλείστους καὶ κρατίστους τῶν ἱππέων Ἀντιόχῳ τῷ Σελεύκου συνέπεσε, καὶ μέχρι τροπῆς τῶν πολεμίων λαμπρῶς ἀγωνισάμενος ἐν τῇ διώξει σοβαρᾷ καὶ φιλοτίμῳ παρὰ καιρὸν γενομένῃ τὴν νίκην διέφθειρεν. αὐτὸς μὲν γὰρ οὐκ ἔσχε πάλιν ἀναστρέψας συμμῖξαι3 τοῖς πεζοῖς τῶν ἐλεφάντων ἐν μέσῳ γενομένων, τὴν δὲ φάλαγγα γυμνὴν ἱππέων κατιδόντες οἱ περι Σέλευκον οὐκ ἐνέβαλον μέν, ὡς δὲ ἐμβαλοῦντες ἐφόβουν καὶ περιήλαυνον, μεταβάλλεσθαι διδόντες αὐτοῖς·4 ὃ καὶ συνέβη.
当战斗进入短兵相接之时,德米特里乌斯率领绝大部分也是最精锐的骑兵与塞琉古之子安条克交锋,英勇作战直至击溃敌军,却因一次不合时宜、猛烈而逞强的好胜追击葬送了胜利。因为战象横亘在中间,他自己无法回军与步兵汇合;而塞琉古左右的人望见方阵失去了骑兵的掩护,虽然没有直接发起冲击,却装作要发起冲击的样子进行威吓并环马包围,给他们提供倒戈的机会;事情果然如此发生。
πολὺ γὰρ μέρος ἀπορραγὲν ἑκουσίως μετεχώρησε πρὸς ἐκείνους, τὸ δὲ λοιπὸν ἐτράπη. φερομένων δὲ πολλῶν ἐπὶ τὸν Ἀντίγονον καί τινος τῶν περὶ αὐτὸν εἰπόντος, ἐπὶ σὲ οὗτοι, βασιλεῦ, τίνα γάρ, εἶπε, πλὴν ἐμοῦ σκοπὸν ἔχουσιν; ἀλλὰ Δημήτριος ἀφίξεται βοηθῶν.
因为很大一部分队伍脱离原军,自愿倒戈投奔敌阵,其余的人则溃散逃跑。当许多人向安提柯猛冲过来,他身边的一人说道: “大王,这些人是冲着您来的,”他说道: “除了我,他们还能以谁为目标呢?但是德米特里乌斯会赶来救援的。”
καὶ τοῦτο μέχρι παντὸς ἐλπίζων καὶ περισκοπῶν τὸν υἱὸν ἅμα πολλῶν ἀκοντισμάτων εἰς αὐτὸν ἀφεθέντων ἔπεσε· καὶ τῶν ἄλλων ἀπολιπόντων ὀπαδῶν καὶ φίλων μόνος παρέμεινε τῷ νεκρῷ Θώραξ ὁ Λαρισσαῖος.
他就这样一直抱有这番期望并四处张望着寻找儿子,与此同时许多支标枪齐向他射来,他便倒地身亡;其他随从和友人都离弃而去,唯有拉里萨的索拉克斯一人守在他的遗体旁。
- 29.1Δημήτριος μὲν γὰρ ἔδοξε κατὰ τοὺς ὕπνους Ἀλέξανδρον ὡπλισμένον λαμπρῶς ἐρωτᾶν
动词 δοκέω 的人称句构(以德米特里乌斯为主语),意为“德米特里乌斯似乎在梦中见到……”。宾格 Ἀλέξανδρον 作为不定式 ἐρωτᾶν 的逻辑主语。
- 29.1φάναι
不定式 φάναι 承接前面的独立属格句(αὐτοῦ δὲ φήσαντος),在句法上仍受前面主句动词 ἔδοξε 的支配,延续梦境中的间接引语叙述。
- 29.3οὐκ ἔσχε πάλιν ἀναστρέψας συμμῖξαι
动词 ἔχω 的不定过去时 ἔσχε 与不定式 συμμῖξαι 连用,表示“能够”;加上否定词 οὐκ 即表示“无法重新折返并汇合”。
- 29.3μεταβάλλεσθαι διδόντες αὐτοῖς
动词 δίδωμι 搭配不定式 μεταβάλλεσθαι,构成“给予……机会/准许……”之意。中动态不定式 μεταβάλλεσθαι 在此指“转变立场、倒戈”。
