← 普鲁塔克

德米特里传

§28.1-28.5

诸王结盟与安提柯立嗣

诸王联合围攻安提柯,德米特里乌斯赶赴与父汇合决战;往日傲慢的安提柯却显现出罕见的消沉,并在营帐中与儿子单独会谈、立其为继承人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

τὴν δὲ διήγησιν, ὥσπερ ἐκ κωμικῆς σκηνῆς, πάλιν εἰς τραγικὴν μετάγουσιν αἱ τύχαι καὶ αἱ πράξεις τοῦ ἀνδρὸς ὃν διηγούμεθα. τῶν γὰρ ἄλλων βασιλέων ἁπάντων συνισταμένων ἐπὶ τὸν Ἀντίγονον καὶ συμφερόντων εἰς ταὐτὸ τὰς δυνάμεις, ἀπῆρεν ὁ Δημήτριος ἐκ τῆς Ἑλλάδος, καὶ τῷ πατρὶ συμμίξας φιλοτιμουμένῳ παρʼ ἡλικίαν πρὸς τὸν πόλεμον, ἔτι μᾶλλον αὐτὸς ἐπερρώσθη.

然而,我们所记述的这个人的命运与作为,却仿佛将叙事从喜剧舞台再次引向了悲剧舞台。因为当时其他所有的国王都联合起来对抗安提柯,并将军队汇聚一处,于是德米特里乌斯离开希腊,与虽然年迈却对战争充满雄心的父亲汇合,他自己也因此更加受到鼓舞。

§28.2

καίτοι δοκεῖ γε Ἀντίγονος, εἰ μικρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν φιλαρχίας ἐχάλασε, μέχρι παντὸς ἂν αὑτῷ διαφυλάξαι κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι.1 φύσει δὲ βαρὺς ὢν καὶ ὑπερόπτης, καὶ τοῖς λόγοις οὐχ ἧττον ἢ τοῖς πράγμασι τραχύς, πολλοὺς καὶ νέους καὶ δυνατοὺς ἄνδρας ἐξηγρίαινε καὶ παρώξυνε· καὶ τήν γε τότε σύστασιν καὶ κοινωνίαν αὐτῶν ἔλεγεν ὥσπερ ὀρνίθων σπερμολόγων συνδρομὴν ἑνὶ λίθῳ καὶ ψόφῳ συνδιαταράξειν.

其实安提柯若能在某些微不足道的事情上稍作退让,收敛一下对统治权的过度渴望,似乎本可以终生为自己保住首屈一指的地位,并将其传给儿子。但他生性严厉傲慢,言辞上的粗暴绝不下于行事,因而激怒并挑衅了许多年轻力壮且掌握实权的人;他甚至说他们当时的联合与集结就像是一群觅食谷物的小鸟,自己只要用一块石头和一声呼吓,就能将它们一并惊散。

§28.3

ἦγε δὲ πεζοὺς μὲν ἑπτακισμυρίων πλείους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ ἑβδομήκοντα πέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς μὲν ἑξακισμυρίους καὶ τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους τῶν ἐκείνου πλείονας, ἐλέφαντας δὲ τετρακοσίους, ἅρματα δὲ ἑκατὸν εἴκοσι. γενομένῳ δʼ ἐγγὺς αὐτῶν2 τροπὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος μᾶλλον ἢ τῆς γνώμης.

他率领着七万余步兵、一万骑兵和七十五头战象;而敌人拥有六万四千步兵,骑兵比他多五百人,另有四百头战象和一百二十辆战车。然而当他逼近敌人时,他的心境与其说在决心上,不如说在希望上发生了动摇。

§28.4

ὑψηλὸς γὰρ εἶναι καὶ γαῦρος εἰωθὼς ἐν τοῖς ἀγῶσι καὶ χρώμενος φωνῇ τε μεγάλῃ καὶ λόγοις σοβαροῖς, πολλάκις δὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπεῖν τῶν πολεμίων ἐν χερσὶν ὄντων ἐπιδειξάμενος εὐστάθειαν καὶ καταφρόνησιν, τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς τὰ πολλά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶ συνέστησε διάδοχον.

因为以往他在作战时一向心高气盛、昂首阔步,操着洪亮的嗓音与威严的话语,常常在与敌人短兵相接之时以调侃和滑稽之言展现沉着与轻蔑,此时他却显得心事重重,大多数时候沉默不语,并向全军指认并引荐其子为继承人。

§28.5

ὃ δὲ μάλιστα πάντες ἐθαύμασαν, ἐν τῇ σκηνῇ μόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισμένος ἔχειν οὐδὲ πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλὰ ἴδιος ὢν γνώμῃ, εἶτα προστάττων φανερῶς καὶ χρώμενος οἷς βουλεύσαιτο καθʼ ἑαυτόν. λέγεται γοῦν μειράκιον ἔτι ὄντα τὸν Δημήτριον αὐτοῦ πυθέσθαι πότε μέλλουσιν ἀναζευγνύειν· τὸν δὲ εἰπεῖν πρὸς ὀργήν· ἀγωνιᾷς μὴ μόνος σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;3

最令众人惊奇的是,他在营帐中与儿子单独交谈;因为他素来不习惯与包括儿子在内的任何人进行秘密商议,而是独断专行,随后公开发号施令,执行自己暗自拟定的决断。据说在德米特里乌斯尚为年少之时,曾向他探问何时拔营,他却恼怒地说道: “难道你是在害怕只有你一个人会听不见号角声吗?”

语法注3 条
  1. 28.2δοκεῖ γε Ἀντίγονος, εἰ μικρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν φιλαρχίας ἐχάλασε, μέχρι παντὸς ἂν αὑτῷ διαφυλάξαι κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι.

    个人结构 δοκεῖ Ἀντίγονος(“安提柯似乎……”)支配带有 ἄν 的不定式(διαφυλάξαι 与 καταλιπεῖν),与条件从句(εἰ 加直陈式过去时 ὑφεῖτο 和 ἐχάλασε)构成过去与事实相反的虚拟语气结构,表示“安提柯似乎本可以保留……并传给……”。

  2. 28.3γενομένῳ δʼ ἐγγὺς αὐτῶν

    与格分词 γενομένῳ 在语义上指安提柯接近敌人之时,语法上作为关涉与格,修饰随后主语 ἡ διάνοια(“他的心境”)所蕴含的人称主语。

  3. 28.5ἀγωνιᾷς μὴ μόνος σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;

    在表担忧的动词 ἀγωνιᾷς(“担忧、焦虑”)后由 μή 引出带有虚拟式 ἀκούσῃς 的惧怕从句。从句内包含否定词 οὐ,构成 μή... οὐ 结构,表示担心某事不会发生:“你是在担心唯独你听不到……吗?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:28.1-28.5