- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:27.1-27.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯将从雅典严苛搜刮来的巨款赐予情妇拉米娅充当脂粉费,随后记述了拉米娅的奢靡行径、引发的嫉恨以及与她相关的数则逸事。
πολλῶν δὲ γενομένων ἐν τῇ πόλει τότε πλημμελημάτων καὶ παρανομημάτων ἐκεῖνο μάλιστα λέγεται λυπῆσαι τοὺς Ἀθηναίους, ὅτι διακόσια καὶ πεντήκοντα τάλαντα πορίσαι ταχὺ καὶ δοῦναι προσταχθὲν αὐτοῖς1 καὶ τῆς εἰσπράξεως συντόνου καὶ ἀπαραιτήτου γενομένης, ἰδὼν ἠθροισμένον τὸ ἀργύριον ἐκέλευσε Λαμίᾳ καὶ ταῖς περὶ αὐτὴν ἑταίραις εἰς σμῆγμα δοθῆναι. ἡ γὰρ αἰσχύνη τῆς ζημίας καὶ τὸ ῥῆμα τοῦ πράγματος μᾶλλον ἠνώχλησε τοὺς ἀνθρώπους.
虽然当时城邦中发生了许多过失与违法之举,但据说最使雅典人痛心的莫过于此事:当他们被勒令迅速筹集并交纳二百五十塔兰同,且征敛十分严厉、不容通融时,德米特里乌斯看到汇集起来的银钱,竟命令将这些钱赏给拉米娅及其身边的同伴妓女们充作香皂之用。因为蒙受的羞辱甚于损失,而那句话带来的刺痛也更甚于事情本身。
ἔνιοι δὲ τοῦτο Θετταλοῖς, οὐκ Ἀθηναίοις, ὑπʼ αὐτοῦ συμβῆναι λέγουσι. χωρὶς δὲ τούτων αὐτὴ καθʼ ἑαυτὴν ἡ Λάμια τῷ βασιλεῖ παρασκευάζουσα δεῖπνον ἠργυρολόγησε πολλούς. καὶ τὸ δεῖπνον οὕτως ἤνθησε τῇ δόξῃ διὰ τὴν πολυτέλειαν ὥστε ὑπὸ Λυγκέως τοῦ Σαμίου συγγεγράφθαι. διὸ καὶ τῶν κωμικῶν τις οὐ φαύλως τὴν Λάμιαν Ἑλέπολιν ἀληθῶς προσεῖπε. Δημοχάρης δʼ ὁ Σόλιος τὸν Δημήτριον αὐτὸν ἐκάλει Μῦθον· εἶναι γὰρ αὐτῷ καὶ Λάμιαν.2
不过,有人说此事是他对色萨利人所为,而非雅典人。此外,拉米娅自己在为国王备办晚宴时,亦独自向许多人搜刮钱财。而那场宴席因极度奢靡而声名赫赫,以至于萨摩斯的林刻乌斯专门著文记载。因此,一位喜剧诗人十分贴切地直呼拉米娅为“攻城机(取城者)”;索利的德摩卡里斯则把德米特里乌斯本人唤作“神话”,因为他也有一个拉米娅(怪物)。
οὐ μόνον δὲ ταῖς γαμεταῖς, ἀλλὰ καὶ τοῖς φίλοις τοῦ Δημητρίου ζῆλον καὶ φθόνον εὐημεροῦσα καὶ στεργομένη παρεῖχεν. ἀφίκοντο γοῦν τινες παρʼ αὐτοῦ κατὰ πρεσβείαν πρὸς Λυσίμαχον, οἷς ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν τε τοῖς μηροῖς καὶ τοῖς βραχίοσιν ὠτειλὰς βαθείας ὀνύχων λεοντείων· καὶ διηγεῖτο τὴν γενομένην αὐτῷ μάχην πρὸς τὸ θηρίον, ὑπὸ Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως.3 οἱ δὲ γελῶντες ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου δήγματα φέρειν ἐν τῷ τραχήλῳ, Λαμίας.
不仅德米特里乌斯的元配夫人们,连他的密友们也因拉米娅备受得宠与荣显而心生嫉妒与怨恨。有一次,德米特里乌斯派出的使者来到利西马科斯那里,利西马科斯闲暇时向他们展示了大腿与手臂上被狮爪抓出的深深伤痕,并讲述了自己被亚历山大大帝与猛兽关在一起时的战斗经过。使者们却笑着说,自己的国王脖颈上也留有一只凶猛野兽的咬痕——那便是拉米娅的咬痕。
ἦν δὲ θαυμαστὸν ὅτι τῆς φίλας ἐν ἀρχῇ τὸ μὴ καθʼ ἡλικίαν δυσχεραίνων,4 ἥττητο τῆς Λαμίας, καὶ τοσοῦτον ἤρα χρόνον, ἤδη παρηκμακυίας. Δημὼ γοῦν, ἡ ἐπικαλουμένη Μανία, παρὰ δεῖπνον αὐλούσης τῆς Λαμίας καὶ τοῦ Δημητρίου πυθομένου, τί σοι δοκεῖ; Γραῦς, εἶπεν, ὦ βασιλεῦ. πάλιν δὲ τραγημάτων παρατεθέντων κἀκείνου πρὸς αὐτὴν εἰπόντος, ὁρᾷς ὅσα μοι Λάμια πέμπει; πλείονα, ἔφη, πεμφθήσεταί σοι παρὰ τῆς ἐμῆς μητρός, ἐὰν θέλῃς καὶ μετʼ αὐτῆς καθεύδειν.
令人称奇的是,德米特里乌斯起初曾嫌弃菲拉年龄与自己不相称,却完全屈服于拉米娅,并在她已过韶华之际,依然对她钟爱了如此长久的岁月。比如,外号叫“玛尼亚”的德摩在一次席间听拉米娅吹笛,德米特里乌斯问她:“你觉得如何?”她答道:“是个老妪,大王。”又有一次,茶点端上来时,德米特里乌斯对她说:“你看到拉米娅给我送来多少东西了吗?”她答道:“如果你也愿意同我母亲就寝,她送给你的还会更多呢。”
ἀπομνημονεύεται δὲ τῆς Λαμίας καὶ πρὸς τὴν λεγομένην Βοκχώρεως κρίσιν ἀντίρρησις. ἐπεὶ γάρ τις ἐρῶν ἐν Αἰγύπτῳ τῆς ἑταίρας Θώνιδος ᾐτεῖτο συχνὸν χρυσίον, εἶτα κατὰ τοὺς ὕπνους δόξας αὐτῇ συγγενέσθαι τῆς ἐπιθυμίας ἐπαύσατο, δίκην ἔλαχεν ἡ Θωνὶς αὐτῷ τοῦ μισθώματος.
人们还记述了拉米娅对所谓的“波克霍里斯的判决”的批驳。因为在埃及,曾有一名男子爱慕妓女托尼斯,被索要巨额金子,后来他在梦中以为自己与她结合,欲望遂消,托尼斯便向他索要酬金并提起诉讼。
ἀκούσας δὲ τὸν λόγον ὁ Βόκχωρις ἐκέλευσε τὸν ἄνθρωπον ὅσον ᾐτήθη χρυσίον ἠριθμημένον ἐν τῷ ἀγγείῳ διαφέρειν δεῦρο κᾀκεῖσε τῇ χειρί, τὴν δὲ ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡς τὴν δόξαν τῆς ἀληθείας σκιὰν οὖσαν.5 οὐκ ᾤετο ταύτην εἶναι τὴν κρίσιν ἡ Λάμια δικαίαν· οὐ γὰρ ἀπέλυσεν ἡ σκιὰ τῆς ἐπιθυμίας τοῦ ἀργυρίου τὴν ἑταίραν, τὸ δὲ ὄναρ ἔπαυσεν ἐρῶντα τὸν νεανίσκον. ταῦτα μὲν οὖν περὶ Λαμίας.
波克霍里斯审理后,命令该男子将所索要数额的金子置于器皿中数清,用手拿着来回摇晃,而让那妓女去抓取金子的阴影,因为虚像乃是真实的阴影。拉米娅却认为这一判决并不公正:因为阴影并没有解除妓女对金钱的欲望,而梦境却解除了年轻人的相思之情。关于拉米娅的事迹大致如此。
- 27.1προσταχθὲν αὐτοῖς
由非人称动词分词构成的独立对格(accusative absolute)。在 ὅτι 引导的从句中,它与后面的属格独立结构(καὶ τῆς εἰσπράξεως... γενομένης)并列,交代向雅典人下达命令的先决背景。
- 27.2Δημοχάρης δʼ ὁ Σόλιος τὸν Δημήτριον αὐτὸν ἐκάλει Μῦθον· εἶναι γὰρ αὐτῷ καὶ Λάμιαν
这里利用了双关语,因为“拉米娅(Λάμια)”既是该名妓女的名字,也是希腊神话中吞噬孩童的女怪的名字。神话(μῦθος)中具有女妖拉米娅,而德米特里乌斯身边也拥有一个拉米娅。
- 27.3ὑπὸ Ἀλεξάνδρου συγκαθειρχθέντι τοῦ βασιλέως
不定过去时被动态与格分词 συγκαθειρχθέντι 在语法上与前面的与格代词 αὐτῷ(即利西马科斯)一致,修饰 τὴν γενομένην αὐτῷ μάχην 中的 αὐτῷ,表示他本人被亚历山大大帝同猛兽关押在一起。
- 27.4τῆς φίλας ἐν ἀρχῇ τὸ μὴ καθʼ ἡλικίαν δυσχεραίνων
此处的 τῆς φίλας 应理解为德米特里乌斯年长的正妻“菲拉(Φίλα)”这一专有名词的属格,而非普通名词“女友”。动词 δυσχεραίνω 以冠词短语 τὸ μὴ καθʼ ἡλικίαν 为对格宾语,人名属格则表示该年龄不称所涉及的对象。
- 27.6ὡς τὴν δόξαν τῆς ἀληθείας σκιὰν οὖσαν
连词 ὡς 后接对格分词 οὖσαν 及其对格主语 τὴν δόξαν,构成表示主观理由或裁决依据的独立对格结构(“认为虚像/意念乃是真实的阴影”)。
