- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:26.1-26.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯要求立即接受厄琉息斯秘仪的全部阶层,斯特拉托克勒斯遂提议随意更改历法月份以强行举行仪式,此举遭到了诗人腓立比得斯的作诗讽刺。
τότε δʼ οὖν ἀναζευγνύων εἰς τὰς Ἀθήνας ἔγραψεν ὅτι βούλεται παραγενόμενος εὐθὺς μυηθῆναι καὶ τὴν τελετὴν ἅπασαν ἀπὸ τῶν μικρῶν ἄχρι τῶν ἐποπτικῶν παραλαβεῖν. τοῦτο δὲ οὐ θεμιτὸν ἦν οὐδὲ γεγονὸς πρότερον, ἀλλὰ τὰ μικρὰ τοῦ Ἀνθεστηριῶνος ἐτελοῦντο, τὰ δὲ μεγάλα τοῦ Βοηδρομιῶνος· ἐπώπτευον δὲ τοὐλάχιστον ἀπὸ τῶν μεγάλων ἐνιαυτὸν διαλείποντες.
当时,他在回军雅典途中写信表示,希望一抵达就立即入教,接受从小秘仪直到最高观照阶层的全部秘仪。但这既不合神律,也无前例;因为小秘仪本在安特斯提利翁月举行,大秘仪在波埃德罗米翁月举行;人们至少在大秘仪之后间隔一年,方可跻身观照者之列。
ἀναγνωσθέντων δὲ τῶν γραμμάτων μόνος ἐτόλμησεν ἀντειπεῖν Πυθόδωρος ὁ δᾳδοῦχος, ἐπέρανε δὲ οὐδέν· ἀλλὰ Στρατοκλέους γνώμην εἰπόντος Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαμένους καλεῖν καὶ νομίζειν,1 ἐτέλουν τῷ Δημητρίῳ τὰ πρὸς Ἄγραν· καὶ μετὰ ταῦτα πάλιν ἐξ Ἀνθεστηριῶνος ὁ Μουνυχιὼν γενόμενος Βοηδρομιὼν ἐδέξατο τὴν λοιπὴν τελετήν,2 ἅμα καὶ τὴν ἐποπτείαν τοῦ Δημητρίου προσεπιλαβόντος.
信件宣读之后,仅有执炬者皮托多罗斯一人敢于反对,但毫无成效;反而是斯特拉托克勒斯提议表决将穆尼基翁月改称并视作安特斯提利翁月,他们便为德米特里乌斯举行了阿格赖的秘仪;此后,穆尼基翁月又从安特斯提利翁月变成了波埃德罗米翁月,承接了其余的入教仪式,德米特里乌斯同时也一并获得了最高观照资格。
διὸ καὶ Φιλιππίδης τὸν Στρατοκλέα λοιδορῶν ἐποίησεν· "ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆνʼ ἕνα," καὶ περὶ τῆς ἐν τῷ Παρθενῶνι κατασκηνώσεως· "ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβὼν καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.3"
因此,腓立比得斯在讥刺斯特拉托克勒斯时作诗道: “那将一年缩为单月之人,”又关于在帕特农神庙中住宿一事写道: “那把卫城当作客栈, 将妓女带到贞女面前之人。”
- 26.2Ἀνθεστηριῶνα τὸν Μουνυχιῶνα ψηφισαμένους καλεῖν καὶ νομίζειν
宾格分词 ψηφισαμένους 并不与属格独立结构的主语 Στρατοκλέους 一致,而是作不定式 καλεῖν καὶ νομίζειν 的逻辑主语(宾格主语),泛指雅典公民群体。此处格的转换体现了提案人(斯特拉托克勒斯)与表决/执行主体(人民)的区别。
- 26.2ἐξ Ἀνθεστηριῶνος ὁ Μουνυχιὼν γενόμενος Βοηδρομιὼν ἐδέξατο τὴν λοιπὴν τελετήν
该句的语法主语是 ὁ Μουνυχιὼν(穆尼基翁月),它被拟人化为主句动词 ἐδέξατο(接受、容纳)的主语。句式骨架为:“穆尼基翁月从安特斯提利翁月变为波埃德罗米翁月,承接了其余的秘仪”。
- 26.3τῇ παρθένῳ
此与格指雅典娜·帕特诺斯(“处女神”),与复合分词 εἰσαγαγών(引向/带入)相呼应,同时带有对其圣所进行亵渎的不利与格(dativus incommodi)意味。
