- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:25.1-25.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里掌控伯罗奔尼撒诸城后被拥立为希腊霸主,愈发傲慢自大,以贬抑性称呼嘲弄其余继业者,并尤其与利西马科斯爆发了激烈的言辞冲突。
Δημήτριος δὲ παρελθὼν εἰς Πελοπόννησον, οὐδενὸς ὑφισταμένου τῶν ἐναντίων, ἀλλὰ φευγόντων καὶ προϊεμένων τὰς πόλεις, προσηγάγετο τήν τε καλουμένην Ἀκτὴν καὶ Ἀρκαδίαν, πλὴν Μαντινείας, καὶ Ἄργος καὶ Σικυῶνα καὶ Κόρινθον ἐλύσατο τάλαντα δοὺς ἑκατὸν τοῖς φρουροῦσιν.
德米特里进军伯罗奔尼撒时,由于没有任何敌手敢于抵挡,反而纷纷逃窜并弃守各城,他便收服了所谓的阿克忒地区以及除曼提尼亚之外的阿卡迪亚全境,并向驻军支付了一百塔兰同,赎取并解放了阿尔戈斯、西库昂和科林斯。
ἐν Ἄργει μὲν οὖν τῆς τῶν Ἡραίων ἑορτῆς καθηκούσης, ἀγωνοθετῶν καὶ συμπανηγυρίζων τοῖς Ἕλλησιν, ἔγημε τὴν Αἰακίδου θυγατέρα, τοῦ Μολοττῶν βασιλέως, ἀδελφὴν δὲ Πύρρου, Δηϊδάμειαν. Σικυωνίους δὲ φήσας παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν,1 ἔπεισεν οὗ νῦν οἰκοῦσι μετοικίσασθαι· τῷ δὲ τόπῳ καὶ τοὔνομα τὴν πόλιν συμμεταβαλοῦσαν ἀντὶ Σικυῶνος Δημητριάδα προσηγόρευσεν.
在阿尔戈斯的赫拉节到来之际,德米特里主持赛会,与希腊人一同过节,并娶了摩罗西亚国王埃阿喀得斯之女、皮洛士之妹戴达米娅。对于西库昂人,他说该城坐落于适宜城址的旁边,遂说服他们迁移至如今居住的地方;随着该城迁徙换地,他也随之改变其城名,改称西库昂为德米特里亚斯。
ἐν δὲ Ἰσθμῷ κοινοῦ συνεδρίου γενομένου καὶ πολλῶν ἀνθρώπων συνελθόντων, ἡγεμὼν ἀνηγορεύθη τῆς Ἑλλάδος, ὡς πρότερον οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον·2 ὧν ἐκεῖνος οὐ παρὰ μικρὸν ἐνόμιζεν ἑαυτὸν εἶναι βελτίονα, τῇ τύχῃ τῇ παρούσῃ καὶ τῇ δυνάμει τῶν πραγμάτων ἐπαιρόμενος. Ἀλέξανδρος γοῦν οὐδένα τῶν ἄλλων βασιλέων ἀπεστέρησε τῆς ὁμωνυμίας, οὐδὲ αὑτὸν ἀνεῖπε βασιλέων βασιλέα, καίτοι πολλοῖς τὸ καλεῖσθαι καὶ εἶναι βασιλέας αὐτὸς δεδωκώς· ἐκεῖνος δὲ χλευάζων καὶ γελῶν τοὺς ἄλλον τινὰ πλὴν τοῦ πατρὸς καὶ αὐτοῦ βασιλέα προσαγορεύοντας, ἡδέως ἤκουε τῶν παρὰ πότον ἐπιχύσεις λαμβανόντων Δημητρίου βασιλέως,3 Σελεύκου δὲ ἐλεφαντάρχου, Πτολεμαίου δὲ ναυάρχου, Λυσιμάχου δὲ γαζοφύλακος, Ἀγαθοκλέους δὲ τοῦ Σικελιώτου νησιάρχου.
在科林斯地峡召开全体代表大会且众人云集时,他被推戴宣告为全希腊的霸主,正如先前的腓力与亚历山大一样。德米特里因当下的好运与势力的庞大而洋洋自得,自认远比他们优秀得多。亚历山大固然未曾剥夺其他任何君主的王号,也未自称为万王之王,尽管是他亲自准许许多人享有国王的称谓与地位;然而德米特里却嘲弄嗤笑那些将除其父与他自己之外的人称为国王者,并在饮宴中乐于听人以“国王德米特里、象队统领塞琉古、海军司令托勒密、国库总管利西马科斯、群岛守长西西里人阿加托克勒斯”的名义祝酒碰杯。
τούτων δὲ πρὸς τοὺς βασιλεῖς ἐκφερομένων οἱ μὲν ἄλλοι βασιλεῖς κατεγέλων, Λυσίμαχος δʼ ἠγανάκτει μόνος εἰ σπάδοντα νομίζει Δημήτριος αὐτόν·4 ἐπιεικῶς γὰρ εἰώθεισαν εὐνούχους ἔχειν γαζοφύλακας.
当这些话传到诸王耳中时,其他君王皆一笑置之,唯独利西马科斯极为愤慨,责问德米特里是否将他看作阉割之人;因为习惯上人们多用宦官担任国库总管。
ἦν δὲ καὶ πάντων ἀπεχθέστατος ὁ Λυσίμαχος αὐτῷ, καὶ λοιδορῶν εἰς τὸν ἔρωτα τῆς Λαμίας ἔλεγε νῦν πρῶτον ἑωρακέναι πόρνην προερχομένην ἐκ τραγικῆς σκηνῆς· ὁ δὲ Δημήτριος ἔφη τὴν ἑαυτοῦ πόρνην σωφρονεστέραν εἶναι τῆς ἐκείνου Πηνελόπης.
利西马科斯在所有人中最敌视德米特里,他借德米特里对拉米娅的热恋施加诋毁,声称自己有生以来第一次见到从悲剧舞台上走出来的娼妇;而德米特里则反唇相讥,说自己的娼妇比利西马科斯的珀涅罗珀还要贞洁得多。
- 25.2παρὰ τὴν πόλιν οἰκεῖν τὴν πόλιν
第二个 τὴν πόλιν 作不定式主语,指“城市民众/城邦”,而前置词 παρὰ 所支配的第一个 τὴν πόλιν 指城邦真正应在的适宜地址(卫城/险要地)。该短语利用同词异指的修辞手法,表示“城邦居民居住在真正城址的旁边(位置偏离)”。
- 25.3οἱ περὶ Φίλιππον καὶ Ἀλέξανδρον
前置词短语 οἱ περὶ 搭配人名宾格是古希腊语中的常见习语,在此并非字面意义上的“菲利普与亚历山大的追随者/周围之人”,而是委婉且概括性地指代“菲利普与亚历山大本人”。
- 25.4ἐπιχύσεις λαμβανόντων Δημητρίου βασιλέως
在分词 λαμβανόντων 的宾语 ἐπιχύσεις(祝酒/献酒)之后,一系列属格人名及官职名(如 Δημητρίου βασιλέως 等)表示祝酒所针对的对象,起到了“祝酒/奉献对象属格”的语法功能。
- 25.5ἠγανάκτει μόνος εἰ σπάδοντα νομίζει Δημήτριος αὐτόν
连词 εἰ 紧随表示情绪的动词 ἠγανάκτει 之后,不表条件假设,而是引导表达愤怒原因或内容的间接小句(意为“因德米特里是否将他看作宦官而感到愤怒”)。
