← 普鲁塔克

德米特里传

§24.1-24.5

德谟克勒斯殉节与雅典人的极端谄媚

德米特里在卫城肆意妄为,美少年德谟克勒斯为守操节跳入沸水自尽。与此相对,克莱内托斯与雅典民众极尽谄媚,竟决议宣布德米特里的任何命令皆为神圣与正义,而讽刺这一阿谀狂态的德谟哈里斯则遭流放。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

Δημήτριος δέ, τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον, εἰ δι’ ἄλλο μηδέν, ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι1 (τοῦτο γὰρ ἐβούλετο λέγεσθαι), τοσαύτην ὕβριν εἰς παῖδας ἐλευθέρους καὶ γυναῖκας ἀστὰς κατεσκέδασε τῆς ἀκροπόλεως ὥστε δοκεῖν τότε μάλιστα καθαρεύειν τὸν τόπον, ὅτε Χρυσίδι καὶ Λαμίᾳ καὶ Δημοῖ καὶ Ἀντικύρᾳ, ταῖς πόρναις ἐκείναις, συνακολασταίνοι.2

然而德米特里本应——即便不为别的缘故——如对待年长姐姐一般敬畏雅典娜(因他正希望人们如此称呼),却把对自由民的少年和市民的妇女的如此多的凌辱倾泻在卫城之上,以至于当他与克律西斯、拉米娅、德谟和安提库拉这些声名狼藉的娼妓一同肆意纵欲时,那地方反倒显得最为洁净。

§24.2

τὰ μὲν οὖν ἄλλα σαφῶς ἀπαγγέλλειν οὐ πρέπει διὰ τὴν πόλιν, τὴν δὲ Δημοκλέους ἀρετὴν καὶ σωφροσύνην ἄξιόν ἐστι μὴ παρελθεῖν. ἐκεῖνος γὰρ ἦν ἔτι παῖς ἄνηβος, οὐκ ἔλαθε δὲ τὸν Δημήτριον ἔχων τῆς εὐμορφίας τὴν ἐπωνυμίαν κατήγορον· ἐκαλεῖτο γὰρ Δημοκλῆς ὁ καλός. ὡς δὲ πολλὰ πειρώντων καὶ διδόντων καὶ φοβούντων ὑπʼ οὐδενὸς ἡλίσκετο, τέλος δὲ φεύγων τὰς παλαίστρας καὶ τὸ γυμνάσιον εἴς τι βαλανεῖον ἰδιωτικὸν ἐφοίτα λουσόμενος, ἐπιτηρήσας τὸν καιρὸν ὁ Δημήτριος ἐπεισῆλθεν αὐτῷ μόνῳ.

因此,为了顾及城邦的体面,不宜将其他丑事逐一直白道来,但德谟克勒斯的品德与节制却值得铭记而不应漏过。因为他当时仍是个未成年少年,却因拥有为其美貌充当告发者的名号而无法避开德米特里的注视;人们皆称他为“美男子德谟克勒斯”。尽管有人百般诱惑、赠予财物并施加恐吓,他却未被任何人所屈服;最后,他避开摔跤场和体操馆,常去一间私人的浴室沐浴,德米特里窥伺时机,趁他独处时闯了进去。

§24.3

καὶ ὁ παῖς, ὡς συνεῖδε τὴν περὶ αὑτὸν ἐρημίαν καὶ τὴν ἀνάγκην, ἀφελὼν τὸ πῶμα τοῦ χαλκώματος εἰς ζέον ὕδωρ ἐνήλατο καὶ διέφθειρεν αὑτόν, ἀνάξια μὲν παθών, ἄξια δὲ τῆς πατρίδος καὶ τοῦ κάλλους φρονήσας, οὐχ ὡς Κλεαίνετος ὁ Κλεομέδοντος, ὃς ὠφληκότι τῷ πατρὶ δίκην πεντήκοντα ταλάντων ἀφεθῆναι διαπραξάμενος καὶ γράμματα παρὰ Δημητρίου κομίσας πρὸς τὸν δῆμον οὐ μόνον ἑαυτὸν κατῄσχυνεν, ἀλλὰ καὶ τὴν πόλιν συνετάραξε.

少年察觉到自己四周无人且面临无可逃避的强迫,便掀开铜锅的盖子,跳入沸腾的热水中自尽,虽遭逢了不应有的悲惨结局,却展现出了无愧于祖国与自身美貌的崇高气节;绝不像克勒奥墨冬之子克莱内托斯那样,促成被判处五十塔兰同罚金的父亲免于受罚,并带来了德米特里致民众大会的书信,不仅玷污了自己,更扰乱了整座城邦。

§24.4

τὸν μὲν γὰρ Κλεομέδοντα τῆς δίκης ἀφῆκαν, ἐγράφη δὲ ψήφισμα μηδένα τῶν πολιτῶν ἐπιστολὴν παρὰ Δημητρίου κομίζειν. ἐπεὶ δὲ ἀκούσας ἐκεῖνος οὐκ ἤνεγκε μετρίως, ἀλλʼ ἠγανάκτησε, δείσαντες αὖθις οὐ μόνον τὸ ψήφισμα καθεῖλον, ἀλλὰ καὶ τῶν εἰσηγησαμένων καὶ συνειπόντων τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ ἐφυγάδευσαν, ἔτι δὲ προσεψηφίσαντο δεδόχθαι τῷ δήμῳ τῶν Ἀθηναίων πᾶν, ὅ τι ἂν ὁ βασιλεὺς Δημήτριος κελεύσῃ, τοῦτο καὶ πρὸς θεοὺς ὅσιον καὶ πρὸς ἀνθρώπους εἶναι δίκαιον.

民众固然免除了克勒奥墨冬的罪责,却也起草了一项法令,规定任何公民均不得转交德米特里的书信。但德米特里闻讯后勃然大怒,未能克制容忍,雅典人再次陷入恐惧,不仅废除了该法令,还将提案者和赞成者一部分处死,一部分流放,甚至还追加决议:凡德米特里国王所下之命令,雅典民众大会皆认为对神灵而言是虔敬的,对世人而言是正义的。

§24.5

εἰπόντος δέ τινος τῶν καλῶν κἀγαθῶν ἀνδρῶν μαίνεσθαι τὸν Στρατοκλέα τοιαῦτα γράφοντα, Δημοχάρης ὁ Λευκονοεὺς μαίνοιτο3 μέντἄν, εἶπεν, εἰ μὴ μαίνοιτο. πολλὰ γὰρ ὁ Στρατοκλῆς ὠφελεῖτο διὰ τὴν κολακείαν. ὁ δὲ Δημοχάρης ἐπὶ τούτῳ διαβληθεὶς ἐφυγαδεύθη. τοιαῦτα ἔπραττον Ἀθηναῖοι φρουρᾶς ἀπηλλάχθαι καὶ τὴν ἐλευθερίαν ἔχειν δοκοῦντες.

当某位正派人士说斯特拉托克勒斯起草这等提案乃是发疯时,留科诺埃区的德谟哈里斯说道: “他若不发疯, 那才是真正发疯呢。” 因为斯特拉托克勒斯通过阿谀奉承获得了巨大的利益。然而德谟哈里斯却因此言遭到诬陷而被流放。雅典人自以为摆脱了驻军并享有自由,行事却沦落至如此地步。

语法注3 条
  1. 24.1τὴν Ἀθηνᾶν αὐτῷ προσῆκον, εἰ δι’ ἄλλο μηδέν, ὥς γε πρεσβυτέραν ἀδελφὴν αἰσχύνεσθαι

    此处是由非人称动词 προσήκει 的中性分词 προσῆκον 构成的宾格绝对结构(accusative absolute)。不定式 αἰσχύνεσθαι(敬畏、检点)作实际主语,αὐτῷ(与格)为施事者,τὴν Ἀθηνᾶν 则作 αἰσχύνεσθαι 的直接宾语,带有让步意味(“尽管他理应……敬畏雅典娜”)。

  2. 24.1ὅτε ... συνακολασταίνοι

    时间从句中表示过去重复动作的希求法(optative of indefinite frequency),修饰主句中的过去时态,意为“每逢他与……一同纵欲享乐之时”。

  3. 24.5μαίνοιτο μέντἄν, ... εἰ μὴ μαίνοιτο

    μέντἄν 是 μέντοι 与 ἄν 的混声变音(crasis)。条件从句 εἰ μὴ μαίνοιτο(现在时希求法)与主句 μαίνοιτο ἄν(带 ἄν 的潜能/反事实希求法)相呼应。这句话构成了一个精妙的机智讽刺(“如果他不是在装疯卖傻谄媚,那他放弃大好利益才真正是发疯了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:24.1-24.5