← 普鲁塔克

德米特里传

§23.1-23.4

解救雅典与居于帕特农神殿的放荡行径

德米特里解救雅典并击退卡山德,收复阿提卡诸要塞,而雅典人逢迎讨好,将帕特农神殿后殿赐其居住,他在其中举止放荡不羁。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἐκάλουν δὲ τὸν Δημήτριον οἱ Ἀθηναῖοι Κασάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁ δὲ ναυσὶν ἐπιπλεύσας τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ μόνον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσανδρον, ἀλλὰ καὶ φεύγοντα μέχρι Θερμοπυλῶν διώξας καὶ τρεψάμενος, Ἡράκλειαν ἔλαβεν, ἑκουσίως αὐτῷ προσθεμένην, καὶ τῶν Μακεδόνων ἑξακισχιλίους μεταβαλομένους πρὸς αὐτόν.

雅典人因卡山德正在围攻其城而召唤德米特里。德米特里率领三百三十艘战船与众多重装步兵航行而至,不仅将卡山德逐出阿提卡,更追击败逃的他直至温泉关并击溃之,攻取了自愿归顺的赫拉克利亚,并收编了转投其麾下的六千名马其顿军人。

§23.2

ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ Βοιωτοὺς ἐποιήσατο συμμάχους, καὶ Κεγχρέας εἷλε· καὶ Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίσματα τῆς Ἀττικῆς ὑπὸ Κασάνδρου φρουρούμενα, καταστρεψάμενος ἀπέδωκε τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυμένοι πρότερον εἰς αὐτὸν καὶ κατακεχρημένοι πᾶσαν φιλοτιμίαν, ἐξεῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις φανῆναι.1

归途中,他解放了关隘内侧的希腊人,与玻俄提亚人结盟,攻占了肯克瑞埃;并夺取了此前由卡山德派遣守军驻守的阿提卡要塞菲莱与帕纳克顿,归还给雅典人。雅典人此前虽已为他竭尽好意、耗尽了所有的尊荣之举,但即便在此时,他们依然想出办法,在谄媚奉承上展现出新鲜奇巧的姿态。

§23.3

τὸν γὰρ ὀπισθόδομον τοῦ Παρθενῶνος ἀπέδειξαν αὐτῷ κατάλυσιν· κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγομένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσμιον ξένον οὐδὲ ὡς παρθένῳ πρᾴως ἐπισταθμεύοντα.2

因为他们将帕特农神庙的后殿指派给他作为下榻之处;他便在那里起居,世人都说雅典娜亲自接待款待他为宾客——但他绝非一个循规蹈矩的宾客,宿营时也丝毫不曾如对待处女之神那样规矩检点。

§23.4

καίτοι τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόμενός ποτε ὁ πατὴρ ἐν οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς ἐκεῖνον μὲν οὐδὲν ἐφθέγξατο, παρόντος δὲ ἐκείνου, τὸν σταθμοδότην μεταπεμψάμενος, οὗτος, εἶπεν, οὐκ ἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;3

然而他的父亲有一次得知他的兄弟菲利普下榻在一座住有三位年轻女子的房舍中时,并未对菲利普置一词,而是在他面前召来营房分配官,说道: “喂, 你难道还不把我儿子从那窄仄拥挤的地方带出来吗?”

语法注3 条
  1. 23.2ἐξεῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις φανῆναι

    动词 ἐξεῦρον(想出/找到)带不定式 φανῆναι(显现为)作宾语;由于不定式的逻辑主语与主句主语(οἱ δέ,雅典人)一致,表语形容词 πρόσφατοι καὶ καινοί 随之采用主格。与格 ταῖς κολακείαις 为表范围或限定的与格(“在谄媚方面”)。

  2. 23.3οὐ πάνυ κόσμιον ξένον οὐδὲ ὡς παρθένῳ πρᾴως ἐπισταθμεύοντα

    宾格名词短语 οὐ πάνυ κόσμιον ξένον 与分词短语 οὐδὲ... ἐπισταθμεύοντα 作前文 ξενίζειν 所辖宾格代词 αὐτόν(德米特里)的同位语或表语性修饰成分。ὡς παρθένῳ 意为“如同对待处女(之神)”,与格 παρθένῳ 由复合动词 ἐπισταθμεύοντα 所支配。

  3. 23.4οὐκ ἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;

    带有否定词 οὐ 的直陈式将来时(οὐκ ἐξάξεις)是表达迫切要求或命令的习用句式(“你难道不把……带出来吗?”即“快带出来”)。名词 στενοχωρία 字面义为“狭窄之处/局促”,亦兼有“窘境/险境”的比喻义,体现了安提柯将儿子与三位少妇同处一室的道德危险幽默地称作“地方逼仄”的讽刺机智。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:23.1-23.4