- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:22.1-22.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里虽因罗得岛人将其妻私信送交敌方而愤怒,却宽宏地保护了画家普罗托格尼斯的名作,随后在雅典调停下达成除对托勒密作战外的结盟和议。
εὐρώστως δὲ καὶ τῶν Ῥοδίων ἀμυνομένων, οὐδὲν ἄξιον λόγου πράττων ὁ Δημήτριος ὅμως ἐθυμομάχει πρὸς αὐτούς, ὅτι, Φίλας τῆς γυναικὸς αὐτῷ γράμματα καὶ στρώματα καὶ ἱμάτια πεμψάσης, λαβόντες τὸ πλοῖον, ὥσπερ εἶχε, πρὸς Πτολεμαῖον ἀπέστειλαν, καὶ τὴν Ἀθηναίων οὐκ ἐμιμήσαντο φιλανθρωπίαν, οἳ Φιλίππου πολεμοῦντος αὐτοῖς γραμματοφόρους ἑλόντες τὰς μὲν ἄλλας ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲ τὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ̓, ὥσπερ ἦν κατασεσημασμένη, πρὸς ἐκεῖνον ἀπέστειλαν.
尽管罗得岛人亦奋勇坚守,德米特里未有任何值得称道的建树,但他仍对他们怀有强烈的怨愤,因为在其妻菲拉给他送来书信、被褥与衣物时,罗得岛人截获了船只,原封不动地将其送往托勒密处,并未效仿雅典人的仁德之举。雅典人在腓力与他们开战之时,曾捕获其信使并拆阅了其他信件,却唯独没有启封奥林匹亚丝的来信,而是按封缄原样送还给他。
οὐ μὴν ἀλλά, καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς ὁ Δημήτριος, εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέμεινεν ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς ὁ Καύνιος Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν, καὶ τὸν πίνακα μικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν τινι τῶν προαστείων ἔλαβεν ὁ Δημήτριος. πεμψάντων δὲ κήρυκα τῶν Ῥοδίων καὶ δεομένων φείσασθαι καὶ μὴ διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς εἰκόνας ἂν ἐμπρῆσαι μᾶλλον ἢ τέχνης πόνον τοσοῦτον.1
然而,尽管德米特里为此深感刺痛,但在罗得岛人随即露出破绽时,他却不忍借机报复使他们受损。因为考诺斯人普罗托格尼斯恰好在为他们绘制表现伊阿吕索斯构图的作品,德米特里在某一城郊缴获了这幅离完工仅差毫厘的画板。当罗得岛人派来传令官恳求他手下留情、勿毁此作时,他回答说,自己宁可焚毁父亲的画像,也不愿焚毁如此巨大的艺术心血。
ἑπτὰ γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν ὁ Πρωτογένης. καί φησιν ὁ Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάμενος τὸ ἔργον2 ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δὲ εἰπεῖν ὅτι μέγας ὁ πόνος καὶ θαυμαστὸν τὸ ἔργον, οὐ μὴν ἔχειν γε χάριτας δι’ ἃς οὐρανοῦ ψαύειν τὰ ὑπʼ αὐτοῦ γραφόμενα.3
原来,据说普罗托格尼斯费时七年才完成了这幅画作。阿佩莱斯自述道,他在看到这幅作品时惊叹不已,甚至一时语塞,很久之后才说道: “耗工甚巨,作品惊人, 然而它终究缺乏某种神韵,而正是这种神韵使自己所画之物能触碰苍穹。”
ταύτην μὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς ἄλλαις συνωσθεῖσαν ἐν Ῥώμῃ τὸ πῦρ ἐπενείματο. τῶν δὲ Ῥοδίων κατεξανισταμένων τοῦ πολέμου, δεόμενον προφάσεως τὸν Δημήτριον Ἀθηναῖοι παραγενόμενοι διήλλαξαν ἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶ Δημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον.4
这幅画作后来在罗马与其他作品堆挤于一处,最终毁于大火。而随着罗得岛人渴望摆脱战事,雅典人前来调停,使正苦于寻找借口的德米特里与他们讲和,条件是罗得岛人与安提柯和德米特里结盟,但针对托勒密作战除外。
- 22.2τὰς τοῦ πατρὸς εἰκόνας ἂν ἐμπρῆσαι μᾶλλον ἢ τέχνης πόνον τοσοῦτον
间接引语中的 ἄν 搭配不定式(ἐμπρῆσαι)。承接述谓动词 ἀπεκρίνατο,表达直接引语中的潜势希求语气或与事实相反的过去直陈语气(μᾶλλον ἂν ἐνέπρησα / ἐμπρήσαιμι,“我宁愿烧毁”)。
- 22.3καί φησιν ὁ Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάμενος τὸ ἔργον
由于主动词 φησιν 的主语(ὁ Ἀπελλῆς)与不定式 ἐκπλαγῆναι 的逻辑主语一致,不定式的宾格主语被省略,与之呼应的分词 θεασάμενος 亦作主格。
- 22.3τὰ ὑπʼ αὐτοῦ γραφόμενα
代词 αὐτοῦ 的指代存在两种可能:(1) 间接反指说话者阿佩莱斯本人(“使自己所绘之作触及苍穹的神韵”);(2) 指前文的普罗托格尼斯(“使他所绘之作触及苍穹的神韵”)。鉴于广泛流传的传统(如老普林尼记载)均称阿佩莱斯唯独在“神韵/优美”(charis)上自认凌驾于普罗托格尼斯之上,解作 (1) 尤为切合。
- 22.4ἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶ Δημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον
介词 ἐπί 加上带冠词的不定式与格(τῷ συμμαχεῖν),引出讲和的条件(“在……的条件下”)。宾格 Ῥοδίους 充当不定式的逻辑主语,并附带介词短语 πλὴν ἐπὶ Πτολεμαῖον 作为例外条款。
