← 普鲁塔克

德米特里传

§21.1-21.4

罗得岛的巨型攻城塔与塞浦路斯铁甲

德米特里在罗得岛围城战中推进了庞大的攻城塔,其宏伟构造与平稳行进令观者震慑;同时记述了塞浦路斯送来的两副坚不可摧的铁胸甲,分别由他本人及勇将阿尔基莫斯穿戴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ἐπολέμησε δὲ Ῥοδίοις Πτολεμαίου συμμάχοις οὖσι, καὶ τὴν μεγίστην ἑλέπολιν τοῖς τείχεσι προσήγαγεν, ἧς ἕδρα μὲν ἦν τετράγωνος, ἑκάστην ἔχουσα τοῦ κάτω πλαισίου πλευρὰν ὀκτὼ καὶ τεσσαράκοντα πηχῶν, ἓξ δὲ καὶ ἑξήκοντα πηχῶν ὕψος εἶχεν, εἰς κορυφὴν συννεύουσα ταῖς ἄνω πλευραῖς στενωτέραν τῆς βάσεως.

他向托勒密的盟友罗得岛人开战,并将最大的一座攻城塔推向他们的城墙。攻城塔的基底呈正方形,下层底座的每边长四十八肘,高六十六肘,上部各边收缩,汇聚成比基底更狭窄的顶端。

§21.2

ἔνδοθεν μὲν οὖν στέγαις διεπέφρακτο καὶ χώραις πολλαῖς, τὸ δὲ πρὸς τοὺς πολεμίους αὐτῆς μέτωπον ἀνέῳκτο καθʼ ἑκάστην στέγην θυρίσιν, καὶ διὰ τούτων ἐξέπιπτε βέλη παντοδαπά· μεστὴ γὰρ ἦν ἀνδρῶν μαχομένων πᾶσαν ἰδέαν μάχης.1 καὶ τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλʼ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον, ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν,2 θάμβος ἅμα τῇ ψυχῇ καὶ χάριν τινα τῇ ὄψει τῶν θεωμένων παρεῖχε.

其内部被隔成多层楼面和许多舱室,朝向敌军的正面在每一层都开有小窗,各类投射物便从中射出;因为塔内满是进行各种方式战斗的士兵。并且,它在移动中既不摇晃亦不倾斜,而是笔直屹立于底座之上,岿然不动,在巨大的轰鸣与强大的推进力中平稳前行,这一景象让观者的心灵充满震慑,同时也给他们的目光带来某种悦目的美感。

§21.3

πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷ καὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα.3 δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπιδεικνύμενος ὁ τεχνίτης Ζωΐλος ἐκέλευσεν ἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινεν ὁ σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖαν, οἷον ἀπὸ γραφείου.

为了这场战事,还有人从塞浦路斯为他送来两副铁胸甲,每副重四十明那。匠人佐伊洛斯为了展示它们的坚韧与强度,命人在二十步之外发射弩炮箭矢;当箭矢击中时,铁甲完好无损,仅留下一道如同铁笔划过的浅钝划痕。

§21.4

τοῦτον αὐτὸς ἐφόρει· τὸν δʼ ἕτερον Ἄλκιμος ὁ Ἠπειρώτης, ἀνὴρ πολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλεώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ· καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.

德米特里亲自佩戴了其中一副;另一副则由伊庇鲁斯人阿尔基莫斯穿戴,他是跟随德米特里的人中最尚武且最强健者,在其他人使用一塔兰同重量的甲胄时,唯独他使用两塔兰同的全套武装;他在罗得岛剧场附近的战斗中阵亡。

语法注3 条
  1. 21.2μαχομένων πᾶσαν ἰδέαν μάχης

    πᾶσαν ἰδέαν 是分词 μαχομένων 的内面宾格(同族宾格用法),用于修饰战斗的方式与范围,意为“进行着各种形式的战斗”。后面的属格 μάχης 则是限定 ἰδέαν 的同族修饰语。

  2. 21.2τὸ μὴ κραδαινόμενον αὐτῆς μηδὲ κλινόμενον ἐν ταῖς κινήσεσιν, ἀλλʼ ὀρθὸν ἐν ἕδρᾳ καὶ ἀσάλευτον, ἰσορρόπως ἅμα ῥοίζῳ καὶ τόνῳ πολλῷ προχωροῦν

    由中性单数定冠词 τὸ 统领的一连串分词短语(μὴ κραδαινόμενον ... προχωροῦν)整体被名词化,充当主句动词 παρεῖχε 的主语。属格代词 αὐτῆς 指代攻城塔,用作这些分词的逻辑主语(主格性属格)。此结构并非仅表示单一动作,而是将该机械在移动中不偏不倚、稳步前行的“整体样态或景象”加以抽象名词化表达。

  3. 21.3μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα

    μνῶν τεσσαράκοντα 是修饰主语 ἑκάτερος 的量度属格(描写属格),表示“各重四十明那”。插入其中的属格 ὁλκῆς 则起限制或指定作用(关系属格/指定属格),限定衡量的维度为“重量方面”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:21.1-21.4