← 普鲁塔克

德米特里传

§20.1-20.5

德米特里的军事整备与巨型器械制造

记述了德米特里在筹备军队以及建造巨舰与攻城器械方面的非凡才能与热情,指出其宏大精巧的发明令友军与敌手皆赞叹不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἀλλὰ καὶ παρασκευάσασθαι δύναμιν ἢ χρήσασθαι βελτίων1 ἐδόκει στρατηγὸς εἶναι, πάντα μὲν ἐκ περιουσίας ὑπάρχειν βουλόμενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶ καθʼ ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστως ἔχων.2 εὐφυὴς γὰρ ὢν καὶ θεωρητικὸς οὐκ εἰς παιδιὰς οὐδʼ εἰς διαγωγὰς ἀχρήστους ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες καὶ ζωγραφοῦντες καὶ τορεύοντες.

不仅如此,他似乎是一位善于筹备军队更甚于善于运用军队的将领;他希望一切军需之物皆绰绰有余,且出于观赏器物的一种快感,对巨舰与攻城器械的雄伟构造有着难以餍足的热忱。因为他天资聪颖且善于钻研,没有像其他君王那样吹笛、作画或镂刻金石,把对工巧之艺的爱好倾注于无益的嬉戏与消遣之中。

§20.2

Ἀέροπος γὰρ ὁ Μακεδὼν τραπέζια μικρὰ καὶ λυχνίδια τεκταινόμενος, ὁπότε σχολάζοι, διῆγεν. Ἄτταλος δὲ ὁ Φιλομήτωρ ἐκήπευε τὰς φαρμακώδεις βοτάνας, οὐ μόνον ὑοσκύαμον καὶ ἐλλέβορον, ἀλλὰ καὶ κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασιλείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν ἔργον πεποιημένος εἰδέναι καὶ κομίζεσθαι καθʼ ὥραν. οἱ δὲ Πάρθων βασιλεῖς ἐσεμνύνοντο τὰς ἀκίδας τῶν βελῶν χαράττοντες αὐτοὶ καὶ παραθήγοντες.

马其顿的阿厄洛波斯一有闲暇,便制作小几和油灯座以消磨时光;号称“笃爱其母者”的阿塔罗斯则亲自在王宫中播种培育剧毒药草,不仅种植莨菪与藜芦,还培植毒芹、乌头与旋花,专心于辨识并按时采集它们的汁液与果实;帕提亚的诸王则以亲手刻镂并磨砺箭镞为荣。

§20.3

ἀλλὰ μὴν Δημητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ μέγεθος ἡ μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων,3 ὥστε μὴ μόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθει μὲν γὰρ ἐξέπληττε καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεμίους ἔτερπε. τοῦτο δὲ ἔτι μᾶλλον ἀληθῶς ἢ κομψῶς εἴρηται.4

然而,德米特里在手工技术上的造诣却极具王者气度,其构思方法亦气象恢宏;诸项作品在非凡超卓与巧夺天工的同时,还显现出一种思想与胸襟的高超境界,以至于它们看起来不仅配得上王者的见识与财富,更配得上王者的双手。事实上,他的造物以其宏大令友军惊异,以其优美令敌军悦服。而这番话与其说是修辞雅致,毋宁说更是千真万确。

§20.4

καὶ τὰς μὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις ἐθαύμαζον ἑστῶτες οἱ πολέμιοι παρὰ τὴν γῆν αὐτῶν πλεούσας, αἱ δʼ ἑλεπόλεις ὡς θέαμα τοῖς πολιορκουμένοις ἦσαν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Λυσίμαχος μὲν γάρ, ἔχθιστος ὢν Δημητρίῳ τῶν βασιλέων καὶ πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγμένος, ἔπεμψε παρακαλῶν ἐπιδεῖξαι τὰς μηχανὰς αὐτῷ καὶ τὰς ναῦς πλεούσας· ἐπιδείξαντος δὲ θαυμάσας ἀπῆλθε.

当他的十六层桨战船与十五层桨战船沿敌方海岸航行时,敌军皆伫立惊叹;而他的攻城塔对于被围困者而言亦宛如胜景,事实本身即为此作证。因为在诸王中对德米特里敌意最深、并在德米特里围攻基利基亚的索利城时与之对峙的利西马科斯,曾派人请求德米特里向他展示攻城机械与航行中的战舰;德米特里展示之后,利西马科斯满怀赞叹而去。

§20.5

Ῥόδιοι δὲ πολὺν χρόνον ὑπʼ αὐτοῦ πολιορκηθέντες, ἐπεὶ κατελύσαντο τὸν πόλεμον, ᾐτήσαντο τῶν μηχανῶν ἐνίας, ὅπως ὑπόμνημα τῆς ἐκείνου δυνάμεως ἅμα καὶ τῆς αὑτῶν ἀνδραγαθίας ἔχωσιν.

罗得岛人在被他长久围困之后,于议和罢战之际请求索取其中若干机械,以便留作兼具德米特里之威能与他们自身英勇的纪念碑。

语法注4 条
  1. 20.1παρασκευάσασθαι δύναμιν ἢ χρήσασθαι βελτίων

    不定式 παρασκευάσασθαι 与 χρήσασθαι 依附于比较级形容词 βελτίων,充当限制/范围不定式(infinitive of specification),表示在哪一方面更擅长;连词 ἤ 连接了两种军事能力的对比。

  2. 20.1τῆς δὲ περὶ τὰς ναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶ καθʼ ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστως ἔχων

    短语 ἀπλήστως ἔχων(不满足地执着于……)支配前面的属格 τῆς μεγαλουργίας。中间插入的介词短语 καὶ καθʼ ἡδονήν τινα τοῦ θεωρεῖν 作状语修饰,表示动机(“出于观赏的某种愉悦”),冠词附带不定式 τοῦ θεωρεῖν 作属格修饰 ἡδονήν。

  3. 20.3τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων

    此处为属格独立结构(genitive absolute),分词 συνεκφερόντων 与中性复数属格名词 τῶν ἔργων 在性、数、格上一致。作品本身作逻辑主语,表示这些造物在巧夺天工的同时亦“共同展现出”思想与胸襟的高超。

  4. 20.3τοῦτο δὲ ἔτι μᾶλλον ἀληθῶς ἢ κομψῶς εἴρηται

    比较级副词 μᾶλλον 通过连词 ἤ 连接两个原级副词 ἀληθῶς(真实地)与 κομψῶς(典雅/巧妙地),意为“此言与其说是文辞巧妙,不如说更是事实”,强调前述评语绝非修辞夸饰,而是确凿实情。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:20.1-20.5