- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:19.1-19.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯讨伐托勒密无功而返。年迈的安提柯重用德米特里,并以幽默宽容的态度对待其纵欲私生活,因为德米特里在战务准备上极为出色。
Ἀντίγονος δὲ τοῖς πεπραγμένοις ὑπὸ Δημητρίου περὶ Κύπρον ἐπαρθεὶς εὐθὺς ἐστράτευσεν ἐπὶ Πτολεμαῖον, αὐτὸς μὲν ἄγων πεζῇ τὴν δύναμιν, Δημητρίου δὲ μεγάλῳ στόλῳ συμπαραπλέοντος. ὃν δὲ τρόπον ἔμελλε κρίνεσθαι τὰ πράγματα, Μήδιος, Ἀντιγόνου φίλος, ὄψιν εἶδε κατὰ τοὺς ὕπνους.
安提柯因德米特里在塞浦路斯的战绩而大受鼓舞,随即出兵讨伐托勒密,自己率步兵走陆路,德米特里则率巨型舰队沿岸并进。然而战事将如何收场,安提柯的友人梅迪奥斯在梦中见到了预兆。
ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον ἀγωνίζεσθαι μετὰ τῆς στρατιᾶς ἁπάσης δίαυλον εὐρώστως καὶ ταχὺ τὸ πρῶτον, εἶτα κατὰ μικρὸν ἐνδιδόναι τὴν δύναμιν αὐτῷ· καὶ τέλος, ὡς ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν.1 αὐτός τε οὖν ἐντυχὼν κατὰ γῆν πολλαῖς ἀπορίαις, καὶ Δημητρίου χειμῶνι μεγάλῳ καὶ κλύδωνι κινδυνεύσαντος εἰς τόπους ἀλιμένους καὶ χαλεποὺς ἐκριφῆναι, πολλὰς δὲ τῶν νεῶν ἀπολέσαντος, ἐπανῆλθεν ἄπρακτος.
原来在他梦中,安提柯本人率全军跑折返跑,起初强健而敏捷,随后体力逐渐衰竭;最终,当他绕过折返标志时,已变得虚弱无力且气喘吁吁,极难恢复。于是,安提柯自己在陆路上遭遇重重困阻,德米特里亦因狂风暴浪险些被抛掷于没有港口且险峻的荒岸,并损失了许多战船,安提柯遂无功而返。
ἦν δὲ τότε μικρὸν ἀπολείποντα γεγονὼς ἔτη ὀγδοήκοντα,2 μεγέθει δὲ καὶ βαρύτητι σώματος μᾶλλον ἢ διὰ τὸ γῆρας ἐπὶ τὰς στρατείας γεγονὼς δυσπαρακόμιστος ἐχρῆτο τῷ παιδὶ καὶ δι’ εὐτυχίαν καὶ δι’ ἐμπειρίαν ἤδη τὰ μέγιστα καλῶς διοικοῦντι, τρυφὰς δὲ καὶ πολυτελείας καὶ πότους αὐτοῦ μὴ βαρυνόμενος. εἰρήνης γὰρ οὔσης ἀφύβριζεν εἰς ταῦτα καὶ σχολάζων ἐχρῆτο πρὸς τὰς ἡδονὰς ἀνειμένως αὑτῷ καὶ κατακόρως, ἐν δὲ τοῖς πολέμοις ὡς οἱ φύσει σώφρονες ἔνηφε.
当时他已年近八十,因身躯魁梧沉重而非单纯由于年老,因而在从征途中极难转运,故而他倚仗其子——德米特里凭借幸运与阅历,已能妥善调度重大事务——并且安提柯并不厌弃儿子的奢靡、挥霍与饮宴。因为在和平时期,德米特里便纵情于此,闲暇时毫无约束地沉溺于享乐直至厌足,但在战争期间,他却如同生性节制者一般保持清醒。
λέγεται δὲ τῆς Λαμίας ἀναφανδὸν ἤδη κρατούσης, τὸν Ἀντίγονον ὑπὸ τοῦ Δημητρίου καταφιλούμενον ἥκοντος ἀπὸ ξένης εἰπεῖν ἅμα γελῶντα, δοκεῖς Λαμίαν, ὦ παῖ, καταφιλεῖν. πάλιν δέ ποτε πλείονας ἡμέρας ἐν πότοις γενομένου, καὶ πρόφασιν λέγοντος ὡς ῥεῦμα διοχλήσειεν αὐτόν, ἐπυθόμην, φάναι τὸν Ἀντίγονον, ἀλλὰ πότερον Θάσιον ἢ Χῖον ἦν τὸ ῥεῦμα;
据说,在拉米娅已公然操控〔德米特里〕之时,安提柯在德米特里自异乡归来而受到其热切亲吻时,笑着说道: “孩子,你想必以为自己吻的是拉米娅吧。” 又有一次,德米特里连日宴饮,托辞说是有鼻塞寒疾作祟,安提柯说: “我听说了, 不过那寒疾是萨索斯产的,还是奇奥斯产的?”
πυθόμενος δὲ αὖθις ἀσθενῶς ἔχειν αὐτὸν ἐβάδιζεν ὀψόμενος, καὶ τῶν καλῶν τινι περὶ θύρας ἀπήντησεν· εἰσελθὼν δὲ καὶ καθίσας παρʼ αὐτὸν ἥψατο τῆς χειρός· ἐκείνου δὲ εἰπόντος ὅτι νῦν ὁ πυρετὸς ἀποκεχώρηκεν, ἀμέλει, παιδίον, ἔφη, καὶ ἐμοὶ νῦν περὶ θύρας ἀπιὼν ἀπήντηκε.
后来又有一回,听说他卧病在床,安提柯步行前往探视,在门旁遇见了一位俊美少年;进屋坐在他身边并握住他的手,听德米特里说方才热度已退,安提柯便道: “那是自然,孩子, 它方才在门旁离开时,也正巧与我迎面遇上了。”
ταῦτα δὲ οὕτω πρᾴως ἔφερε τοῦ Δημητρίου διὰ τὴν ἄλλην πρᾶξιν. οἱ μὲν γὰρ Σκύθαι πίνοντες καὶ μεθυσκόμενοι παραψάλλουσι τὰς νευρὰς τῶν τόξων, οἷον ἐκλυόμενον ὑπὸ τῆς ἡδονῆς ἀνακαλούμενοι τὸν θυμόν, ἐκεῖνος δὲ τὰ μὲν ἡδονῇ διδοὺς ἁπλῶς ἑαυτόν, τὰ δὲ σπουδῇ, καὶ θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος,3 οὐχ ἧττον ἦν δεινὸς ἐν ταῖς τοῦ πολέμου παρασκευαῖς.
安提柯之所以如此宽和地容忍德米特里的这些举动,乃是由于他在其他行事上的表现。斯基泰人在宴饮沉醉之时,尚且弹拨弓弦,仿佛是要唤回被享乐所松弛的斗志;而德米特里却是一面全心沉溺于享乐,一面全心投入于正务,将二者纯然区分开来而不相混杂,在备战上依然同样精明强悍。
- 19.2ὡς ἔκαμψεν, ἀσθενῆ γενόμενον καὶ μεστὸν ἄσθματος οὐ ῥᾳδίως ἀναφέρειν
承接前文 ἐδόκει γὰρ αὐτὸν Ἀντίγονον 所引导的“宾格加不定式”结构。在 ὡς ἔκαμψεν(当他绕过折返点时)之后,ἀσθενῆ γενόμενον 是与 αὐτὸν Ἀντίγονον 一致的修饰分词(宾格),而不定式 ἀναφέρειν 在此作不及物动词,意为“恢复(气息、精力)”。
- 19.3μικρὸν ἀπολείποντα γεγονὼς ἔτη ὀγδοήκοντα
分词 ἀπολείποντα 为中性复数宾格,修饰其后的 ἔτη ὀγδοήκοντα(“差一点到八十的年岁”)。它并非与主语一致的阳性单数主格分词(若是主格则为 ἀπολείπων),而是与表示时间或度量的宾格 ἔτη 一致。
- 19.6θάτερα τῶν ἑτέρων ἄκρατα μεταχειριζόμενος
θάτερα 是 τὰ ἕτερα(享乐或严肃事务中的一方)的混声(crasis),充当宾语。属格 τῶν ἑτέρων 为分离属格,与形容词 ἄκρατα(未掺杂的)连用,意为“把一方与另一方截然分开而不相混杂地处理”。
