- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:2.1-2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了德米特里作为安提柯之子(亦有异说称其为侄子)的出身及弟弟腓力的早逝,随后描写了德米特里举世无双的俊美容貌,以及兼具享乐与强悍行动力的狄俄尼索斯式性格。
Ἀντιγόνῳ τοίνυν δυεῖν υἱῶν ἐκ Στρατονίκης τῆς Κορράγου γενομένων, τὸν μὲν ἐπὶ τἀδελφῷ Δημήτριον, τὸν δʼ ἐπὶ τῷ πατρὶ1 Φίλιππον ὠνόμασεν. οὗτός ἐστιν ὁ τῶν πλείστων λόγος. ἔνιοι δὲ τὸν Δημήτριον οὐχ υἱόν, ἀλλʼ ἀδελφιδοῦν γενέσθαι τοῦ Ἀντιγόνου λέγουσιν· ἐπὶ νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος,2 εἶτα τῆς μητρὸς εὐθὺς τῷ Ἀντιγόνῳ γαμηθείσης, υἱὸν ἐκείνου νομισθῆναι.
安提柯与科拉戈斯之女斯特拉托妮克生有二子,他便依照自己兄弟的名字为长子取名为德米特里,依父亲之名为次子取名为腓力。这是多数人的说法。但也有人说德米特里不是安提柯的儿子,而是他的侄子;因为在他尚属幼婴时父亲便去世了,随后母亲立即改嫁安提柯,因而被视作安提柯的儿子。
τὸν μὲν οὖν Φίλιππον οὐ πολλοῖς ἔτεσι τοῦ Δημητρίου νεώτερον ὄντα συνέβη τελευτῆσαι· Δημήτριος δὲ μεγέθει μὲν ἦν τοῦ πατρὸς ἐλάττων, καίπερ ὢν μέγας, ἰδέᾳ δὲ καὶ κάλλει προσώπου θαυμαστὸς καὶ περιττός, ὥστε τῶν πλαττόντων καὶ γραφόντων μηθένα τῆς ὁμοιότητος ἐφικέσθαι. τὸ γὰρ αὐτὸ χάριν καὶ βάρος καὶ φόβον καὶ ὥραν εἶχε, καὶ συνεκέκρατο τῷ νεαρῷ καὶ ἰταμῷ δυσμίμητος ἡρωϊκή τις ἐπιφάνεια καὶ βασιλικὴ σεμνότης.
腓力比德米特里小不了几岁,不幸早逝;德米特里身材虽不及父亲高大,但自身也算魁梧,其容貌形态与英俊令人惊叹且超凡脱俗,以致雕塑家和画家中无一人能企及他的神采。因为同一张面庞上兼具优雅与庄严、令人畏惧的威势与美艳,并在年轻勇猛之中融汇了一种难以摹仿的英雄般的气象与王者的尊严。
οὕτω δέ πως καὶ τὸ ἦθος ἐπεφύκει πρὸς ἔκπληξιν ἀνθρώπων ἅμα καὶ χάριν. ἥδιστος γὰρ ὢν συγγενέσθαι, σχολάζων τε περὶ πότους καὶ τρυφὰς καὶ διαίτας ἁβροβιώτατος βασιλέων, ἐνεργότατον αὖ πάλιν καὶ σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ δραστήριον·3 ᾗ καὶ μάλιστα τῶν θεῶν ἐζήλου τὸν Διόνυσον, ὡς πολέμῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τε αὖθις ἐκ πολέμου τρέψαι πρὸς εὐφροσύνην καὶ χάριν ἐμμελέστατον.4
他的性情仿佛也同样生来便既能令人惊骇,又能惹人喜爱。因为他为人极好相处,当把余暇消磨在饮宴、享乐与起居之中时,他是诸王中最懂奢靡生活的;然而在另一方面,对于事务,他又拥有极其强劲、猛烈且活跃的坚持力。因此在诸神之中,他最热切效仿狄俄尼索斯,认为这位神明在用兵作战上最为可畏,而战后转入和平时,又最善于将和平化为欢愉与优雅。
- 2.1ἐπὶ τἀδελφῷ ... ἐπὶ τῷ πατρὶ
介词 ἐπί 接与格表示命名的基准或依据,意为“依兄弟之名”、“依父亲之名”。
- 2.1ἐπὶ νηπίῳ γὰρ αὐτῷ παντάπασι τοῦ πατρὸς τελευτήσαντος
τοῦ πατρὸς τελευτήσαντος 是独立属格结构。前面的介词短语 ἐπὶ νηπίῳ αὐτῷ(ἐπί 接与格表示时间或情境,“当他完全还是个婴儿时”)限定了该独立属格发生的时间。
- 2.3ἐνεργότατον αὖ πάλιν καὶ σφοδρότατον τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς εἶχε καὶ δραστήριον
带有中性定冠词的名词化短语 τὸ περὶ τὰς πράξεις ἐνδελεχὲς καὶ δραστήριον(“对于事务的坚持与实干之能”)是动词 εἶχε 的直接宾语,前置的最高级形容词 ἐνεργότατον ... καὶ σφοδρότατον 则用作宾语补足语(述谓性对格)。
- 2.3ὡς πολέμῳ τε χρῆσθαι δεινότατον, εἰρήνην τε αὖθις ἐκ πολέμου τρέψαι πρὸς εὐφροσύνην καὶ χάριν ἐμμελέστατον
ὡς 引出理由或主观认识(“视其为……”)。最高级对格 δεινότατον 与 ἐμμελέστατον 修饰 τὸν Διόνυσον,不定式 χρῆσθαι 和 τρέψαι 则作为限定性不定式(epexegetic infinitive)依赖于这两个形容词,表示“在进行战争方面最为可畏”、“在把战争转入和平方面最擅长”。
