← 普鲁塔克

德米特里传

§1.1-1.8

知晓恶德之益与对比例传序言

普鲁塔克论述了感觉与技艺同样具备辨识对立事物的能力,提出认识恶德的典型有助于效法美德,从而引出德米特里与安东尼的这组合传。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

οἱ πρῶτοι τὰς τέχνας ἐοικέναι ταῖς αἰσθήσεσιν ὑπολαβόντες οὐχ ἥκιστά μοι δοκοῦσι τὴν περὶ τὰς κρίσεις αὐτῶν κατανοῆσαι δύναμιν, ᾗ τῶν ἐναντίων ὁμοίως ἐν ἑκατέρῳ γένει πεφύκαμεν ἀντιλαμβάνεσθαι. τοῦτο γὰρ αὐταῖς κοινόν ἐστι· τῇ δὲ πρὸς τὰ τέλη τῶν κρινομένων ἀναφορᾷ διαλλάττουσιν.

那些最早认为诸技艺与诸感觉相似的人,在我看来尤其洞察了它们关于判断的能力;凭借这种能力,我们在两种范畴中都天生同样能够感知对立之物。因为这一点对二者是共通的;但它们在指向被判断之物的最终目的上却有所不同。

§1.2

ἡ μὲν γὰρ αἴσθησις οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσει γέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μαλακῶν καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύπων, ἀλλʼ ἔργον αὐτῆς ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός, φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφʼ αὑτῶν προηγουμένως, τὰ δὲ ὑπὲρ τοῦ φυλάξασθαι κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι· καὶ γὰρ ἰατρικῇ τὸ νοσερὸν καὶ ἁρμονικῇ τὸ ἐκμελές, ὅπως ἔχει, σκοπεῖν συμβέβηκε πρὸς τὴν τῶν ἐναντίων ἀπεργασίαν, αἵ τε πασῶν τελειόταται τεχνῶν, σωφροσύνη καὶ δικαιοσύνη καὶ φρόνησις, οὐ καλῶν μόνον καὶ δικαίων καὶ ὠφελίμων, ἀλλὰ καὶ βλαβερῶν καὶ αἰσχρῶν καὶ ἀδίκων κρίσεις οὖσαι, τὴν ἀπειρίᾳ τῶν κακῶν καλλωπιζομένην ἀκακίαν οὐκ ἐπαινοῦσιν, ἀλλʼ ἀβελτερίαν ἡγοῦνται καὶ ἄγνοιαν ὧν μάλιστα γινώσκειν προσήκει τοὺς ὀρθῶς βιωσομένους.

因为感觉并非为了辨别白色而生,多过为了辨别黑色;也不是为了辨别甜多过辨别苦,或者为了辨别柔软顺从之物多过辨别坚硬反抗之物;相反,它的任务是在遭遇各个对象时,既被一切事物所触动,并在受到触动后,将自身所受的影响如实汇报给思考能力。然而,诸技艺伴随着理性而建立,以选取和获得适宜之物,并避开和排除异己之物为目的,因而它们凭自身首要地审视前者,而附带地为了防范之故审视后者;因为医术恰好要审视病态为何,和声学恰好要审视失调为何,以求造就与之相反的状态;而一切技艺中最完备者——节制、正义与明智——不仅是对美善、正义和有益之物的判断,也是对有害、可耻和不义之物的判断,它们并不称赞因缺乏对恶的经验而自满的天真,反而认为那是愚钝,是对将要正确生活之人最应当知晓的事物的无知。

§1.4

οἱ μὲν οὖν παλαιοὶ Σπαρτιᾶται τοὺς εἵλωτας ἐν ταῖς ἑορταῖς πολὺν ἀναγκάζοντες πίνειν ἄκρατον εἰσῆγον εἰς τὰ συμπόσια, τοῖς νέοις οἷόν ἐστι τὸ μεθύειν ἐπιδεικνύντες· ἡμεῖς δὲ τὴν μὲν ἐκ διαστροφῆς ἑτέρων ἐπανόρθωσιν οὐ πάνυ φιλάνθρωπον οὐδὲ πολιτικὴν ἡγούμεθα, τῶν δὲ κεχρημένων ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ πράγμασι μεγάλοις ἐπιφανῶν εἰς κακίαν,1 οὐ χεῖρον ἴσως ἐστὶ συζυγίαν μίαν ἢ δύο παρεμβαλεῖν εἰς τὰ παραδείγματα τῶν βίων, οὐκ ἐφʼ ἡδονῇ, μὰ Δία, καὶ διαγωγῇ τῶν ἐντυγχανόντων ποικίλλοντας τὴν γραφήν, ἀλλʼ ὥσπερ Ἰσμηνίας ὁ Θηβαῖος ἐπιδεικνύμενος τοῖς μαθηταῖς καὶ τοὺς εὖ καὶ τοὺς κακῶς αὐλοῦντας εἰώθει λέγειν, οὕτως αὐλεῖν δεῖ, καὶ πάλιν, οὕτως αὐλεῖν οὐ δεῖ, ὁ δʼ Ἀντιγενίδας καὶ ἥδιον ᾤετο τῶν ἀγαθῶν ἀκροᾶσθαι τοὺς νέους αὐλητῶν ἐὰν καὶ τῶν φαύλων πεῖραν λαμβάνωσιν, οὕτω μοι δοκοῦμεν καὶ ἡμεῖς προθυμότεροι τῶν βελτιόνων ἔσεσθαι καὶ θεαταὶ καὶ μιμηταὶ βίων εἰ μηδὲ τῶν φαύλων καὶ ψεγομένων ἀνιστορήτως ἔχοιμεν.

于是,古代的斯巴达人在节日里强迫希洛特人饮用大量未经稀释的烈酒,将他们带进宴会,向青年人展示醉酒是怎样一种状态;但我们认为,从他人的堕落中求得矫正,并不是非常符合人道或城邦精神的。然而,在那些相当轻率地对待自己,并在巨大的权力和事务中因恶行而显赫的人当中,向人生的范例中插入一两组,或许并不是一件更坏的事——以宙斯的名义起誓,这绝不是为了读者的愉悦和消遣而使文字富于变化,而是正如忒拜的伊斯墨尼亚斯在向学生们展示吹笛精湛者和拙劣者时习惯说的: “应当这样吹笛,”又说: “不应当这样吹笛;”而且安提革尼达斯认为,青年人如果也体验过拙劣的笛手,就会更乐意倾听优秀的笛手;同样,在我看来,如果我们对卑劣和受谴责的生命并非一无所知,我们也就会更热切地成为更好的人生的观察者和模仿者。

§1.7

Περιέξει δὴ τοῦτο τὸ βιβλίον τὸν Δημητρίου τοῦ Πολιορκητοῦ βίον καὶ Ἀντωνίου τοῦ αὐτοκράτορος, ἀνδρῶν μάλιστα δὴ τῷ Πλάτωνι μαρτυρησάντων ὅτι καὶ κακίας μεγάλας, ὥσπερ ἀρετάς, αἱ μεγάλαι φύσεις ἐκφέρουσι. γενόμενοι δʼ ὁμοίως ἐρωτικοί, ποτικοί, στρατιωτικοί, μεγαλόδωροι, πολυτελεῖς, ὑβρισταί, καὶ τὰς κατὰ τύχην ὁμοιότητας ἀκολούθους ἔσχον.

因此,本书将包含“攻城者”德米特里和统帅安东尼的传记;这些人最能为柏拉图作证:伟大的天资既孕育伟大的美德,也孕育伟大的恶德。他们同样生性多情、嗜酒、善战、慷慨、奢靡、傲慢,在运气上也具有相应的相似之处。

§1.8

οὐ γὰρ μόνον ἐν τῷ λοιπῷ βίῳ μεγάλα μὲν κατορθοῦντες, μεγάλα δὲ σφαλλόμενοι, πλείστων δὲ ἐπικρατοῦντες, πλεῖστα δὲ ἀποβάλλοντες, ἀπροσδοκήτως δὲ πταίοντες, ἀνελπίστως δὲ πάλιν ἀναφέροντες διετέλεσαν, ἀλλὰ καὶ κατέστρεψαν, ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος.2

因为他们不仅在余生中始终建树大业又铸成大错,掌握极多又丧失极多,出人意料地受挫又不可思议地东山再起,而且在结束生命时也是如此:一人沦为敌军的俘虏,另一人则几乎落得同样的遭遇。

语法注2 条
  1. 1.5τῶν δὲ κεχρημένων ἀσκεπτότερον αὑτοῖς καὶ γεγονότων ἐν ἐξουσίαις καὶ πράγμασι μεγάλοις ἐπιφανῶν εἰς κακίαν

    句首的属格短语(τῶν δὲ κεχρημένων ... ἐπιφανῶν)是主句不定式短语 συζυγίαν μίαν ἢ δύο παρεμβαλεῖν(插入一两组)所支配的部分属格(partitive genitive)。虽然语境上亦可理解为表示话题或关涉的属格(“关于那些……之人”),但与随后的数词短语 μίαν ἢ δύο 紧密相连,解释为“从这些人物之中挑出一两组”在句法上最为自然。

  2. 1.8ἀλλὰ καὶ κατέστρεψαν, ὁ μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων, ὁ δὲ ἔγγιστα τοῦ παθεῖν τοῦτο γενόμενος

    动词 κατέστρεψαν 作不及物动词用法(省略了 τὸν βίον 等宾语),意为“结束一生”、“逝世”。随后的 ὁ μὲν ... ὁ δὲ ... 构成了针对主语(他们)的“整体与部分同位语”(schēma kath' holon kai meros),并通过分词(ἁλούς, γενόμενος)对比陈述了各自临终时的处境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:1.1-1.8