← 普鲁塔克

德米特里传

§3.1-3.4

安提柯与德米特里父子间的信任

通过安提柯自豪于手持武器打猎归来的德米特里坐在身旁的逸事,展现了父子间的深厚互信,并与兄弟骨肉相残司空见惯的其他继业者王朝形成对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἦν μὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως· τῇ δὲ περὶ τὴν μητέρα σπουδῇ καὶ τὸν πατέρα τιμῶν ἐφαίνετο δι’ εὔνοιαν ἀληθινὴν μᾶλλον ἢ θεραπείαν τῆς δυνάμεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολάζοντος ἀπὸ θήρας ὁ Δημήτριος ἐπέστη· καὶ προσελθὼν τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας, ἐκάθισε παρʼ αὐτόν.

德米特里在孝顺父亲方面也是极为出众的;而通过他对母亲的体贴照料,显然可以看出,他尊敬父亲也是出于真挚的善意,而非对权势的奉承讨好。有一次,安提柯正接见某个使团,德米特里狩猎归来来到跟前;他走近父亲并亲吻了他,就这样手持投枪坐在父亲身边。

§3.2

ὁ δὲ Ἀντίγονος ἀπιόντας ἤδη τοὺς πρέσβεις ἔχοντας τὰς ἀποκρίσεις μεγάλῃ φωνῇ προσαγορεύσας, καὶ τοῦτο, εἶπεν, ὦ ἄνδρες, ἀπαγγέλλετε περὶ ἡμῶν, ὅτι πρὸς ἀλλήλους οὕτως ἔχομεν, ὡς ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν.1

安提柯向着已取得答复正要离去的使节们大声呼唤,说道: “使者们,关于我们,请也报告这一件事,即我们父子之间彼此是如此相处的。” 这是因为他认为,与儿子之间的同心与信任乃是王国事务的一种实力,也是权势的彰显。

§3.3

οὕτως ἄρα πάντη δυσκοινώνητον ἡ ἀρχή, καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας, ὥστε ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλεξάνδρου διαδόχων καὶ πρεσβύτατον ὅτι μὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώματος πλησίον. οὐ μὴν ἀλλὰ καὶ μόνος, ὡς εἰπεῖν, ὁ οἶκος οὗτος ἐπὶ πλείστας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, μᾶλλον δὲ εἷς μόνος τῶν ἀπʼ Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν.

由此可见,王权竟是如此全然不可分享,充斥着猜忌与敌意,以至于亚历山大继业者中势力最大、年纪最长的一位,竟然为自己不惧怕儿子、允许他手持长矛靠近身旁而深感自豪。不过,可以说唯独这个王室在极多代人中远离了此类惨祸;更确切地说,在安提柯的后裔中,唯有腓力一人杀害过儿子。

§3.4

αἱ δὲ ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲν ἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνους καὶ γυναικῶν· τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας.2

相反,其他几乎所有王朝的传承中,都充斥着对众多子嗣的屠戮,以及对众多母亲和妻子的杀害;至于除掉兄弟,就像几何学家接受公设那样,被视作为了自身安全而普遍且王室必备的公设,毫无异议地被默认容许。

语法注2 条
  1. 3.2ὡς ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν

    由 ὡς 引导的宾格绝对分词结构,用以表达主观理由或动机。分词 οὖσαν 的逻辑主语为宾格短语 τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν(对儿子的同心与信任),宾格短语 ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν(王政事务的某种实力及权势的展现)充当表语。此处传达了安提柯自身的主观见解与自豪。

  2. 3.4τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας

    全句的主语是定冠词引导的不定式短语 τὸ ... ἀδελφοὺς ἀναιρεῖν(杀害兄弟),主要动词为未完成过去时被动态 συνεχωρεῖτο(被默许、被容认)。分词短语 κοινόν τι νομιζόμενον αἴτημα ... 充当主语的述谓性说明。αἴτημα 是几何学专业术语“公设”,此处构成了辛辣的比喻:正如几何学家无须证明便直接采纳公设,杀害兄弟也被视作王室谋求安全的一种不言自明的公设公理。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:3.1-3.4