← 普鲁塔克

德米特里传

§18.1-18.4

继业者相继称王与傲慢的加剧

随着德米特里捷报传来,民众与廷臣拥立安提柯父子为王,其他继业者出于争竞亦相继称王。普鲁塔克评论道,王号的采纳激发了诸将的傲慢,使他们对臣民的态度转变为专横与冷酷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἐκ τούτου πρῶτον ἀνεφώνησε τὸ πλῆθος Ἀντίγονον καὶ Δημήτριον βασιλέας. Ἀντίγονον μὲν οὖν εὐθὺς ἀνέδησαν οἱ φίλοι, Δημητρίῳ δὲ ὁ πατὴρ ἔπεμψε διάδημα καὶ γράφων ἐπιστολὴν βασιλέα προσεῖπεν. οἱ δʼ ἐν Αἰγύπτῳ τούτων ἀπαγγελλομένων καὶ αὐτοὶ βασιλέα τὸν Πτολεμαῖον ἀνηγόρευσαν, ὡς μὴ δοκεῖν τοῦ φρονήματος ὑφίεσθαι διὰ τὴν ἧτταν.

由此,民众第一次齐声拥戴安提柯和德米特里为王。友人随即给安提柯戴上王冠,而父亲则将王冠送与德米特里,并在书信中称其为王。埃及众人闻得此讯,自己也宣告托勒密为王,以免显得因战败而气馁。

§18.2

ἐπενείματο δὲ οὕτως τὸ πρᾶγμα τῷ ζήλῳ τοὺς διαδόχους. καὶ γὰρ Λυσίμαχος ἤρξατο φορεῖν διάδημα, καὶ Σέλευκος ἐντυγχάνων τοῖς Ἕλλησιν,1 ἐπεὶ τοῖς γε βαρβάροις πρότερον οὗτος ὡς βασιλεὺς ἐχρημάτιζε. Κάσανδρος δέ, τῶν ἄλλων αὐτὸν βασιλέα καὶ γραφόντων καὶ καλούντων, αὐτός, ὥσπερ πρότερον εἰώθει, τὰς ἐπιστολὰς ἔγραφε.

就这样,这一举措便以争胜之风蔓延于各继业者之间。不仅利西马科斯开始佩戴王冠,塞琉古在会见希腊人时亦复如是——虽说此前他对异族人早以国王身份行事。然而卡山德,尽管旁人在书信或口头上皆称他为王,自己撰写书信时却依然沿袭旧例。

§18.3

τοῦτο δὲ οὐ προσθήκην ὀνόματος καὶ σχήματος ἐξαλλαγὴν εἶχε μόνον, ἀλλὰ καὶ τὰ φρονήματα τῶν ἀνδρῶν ἐκίνησε καὶ τὰς γνώμας ἐπῆρε καὶ τοῖς βίοις καὶ ταῖς ὁμιλίαις αὐτῶν ὄγκον ἐνεποίησε καὶ βαρύτητα, καθάπερ τραγικῶν ὑποκριτῶν ἅμα τῇ σκευῇ συμμεταβαλλόντων2 καὶ βάδισμα καὶ φωνὴν καὶ κατάκλισιν καὶ προσαγόρευσιν.

这不仅意味着增添头衔与改变服饰,而且激荡了这些人的豪气,拔高了他们的心志,并在他们的日常生活与交际应酬中注入了威仪与傲慢,恰似悲剧演员随戏服一并改变步履、声音、坐卧姿态乃至言辞称呼一样。

§18.4

ἐκ δὲ τούτων ἐγένοντο καὶ περὶ τὰς δικαιώσεις βιαιότεροι, τὴν εἰς πολλὰ παρέχουσαν αὐτοὺς ἐλαφροτέρους καὶ μαλακωτέρους τοῖς ὑπηκόοις πρότερον εἰρωνείαν τῆς ἐξουσίας3 ἀφελόντες. τοσοῦτον ἴσχυσε κόλακος φωνὴ μία καὶ τοσαύτης ἐνέπλησε τὴν οἰκουμένην μεταβολῆς.

更因如此,他们在施刑判决时亦变得更加暴戾,抛弃了此前在诸多事上使他们对臣民显得较为和易温和的威权伪饰。一个谄媚者的一言之音竟有如此威力,使举世之内充溢了如此巨大的变革。

语法注3 条
  1. 18.2καὶ Σέλευκος ἐντυγχάνων τοῖς Ἕλλησιν

    承接前文 ἤρξατο φορεῖν διάδημα 的省略句。作者省略了主要谓语动词的重复,仅保留分词短语 ἐντυγχάνων τοῖς Ἕλλησιν(“在会见希腊人时”),与后文的 ἐπεὶ τοῖς γε βαρβάροις... 形成对照。

  2. 18.3καθάπερ τραγικῶν ὑποκριτῶν ἅμα τῇ σκευῇ συμμεταβαλλόντων

    在比喻连词 καθάπερ 之后使用的属格绝对结构。它独立于主句主语(诸继业者),用以形象地类比悲剧演员的普遍习性。ἅμα τῇ σκευῇ(“与[舞台]装束一道”)作状语,一系列宾格名词(βάδισμα、φωνήν 等)充当复合动词 συμμεταβάλλω 的直接宾语。

  3. 18.4τὴν εἰς πολλὰ παρέχουσαν αὐτοὺς ἐλαφροτέρους καὶ μαλακωτέρους τοῖς ὑπηκόοις πρότερον εἰρωνείαν τῆς ἐξουσίας

    以定冠词与中心名词形成的延隔修饰结构(hyperbaton),骨干为 τὴν ... εἰρωνείαν τῆς ἐξουσίας(“威权的伪饰/自抑”)。分词 παρέχουσαν 引出双宾格结构:以 αὐτούς 为宾语,以 ἐλαφροτέρους καὶ μαλακωτέρους 为宾语补足语(“使他们对臣民显得更加随和与温厚”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:18.1-18.4