- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里宽厚处理战后事宜并向雅典赠送战利品,随后派阿里斯托德谟斯向安提柯报捷。阿里斯托德谟斯以悬疑的沉默吊足胃口,直至宫门前高呼安提柯为王并宣告大胜。
οὕτω δὲ λαμπρὰν καὶ καλὴν τὴν νίκην γενομένην ἔτι μᾶλλον ἐπικοσμῶν ὁ Δημήτριος εὐγνωμοσύνῃ καὶ φιλανθρωπίᾳ τοὺς νεκροὺς τῶν πολεμίων ἔθαψε μεγαλοπρεπῶς καὶ τοὺς αἰχμαλώτους ἀφῆκεν· Ἀθηναίοις δὲ χιλίας καὶ διακοσίας ἀπὸ τῶν λαφύρων ἐδωρήσατο πανοπλίας.
既然胜利如此辉煌灿烂,德米特里便以其宽厚与仁德使之更添光彩:他隆重地安葬了敌军阵亡将士,释放了俘虏;又从战利品中挑选出一千二百套全套盔甲赠予雅典人。
Αὐτάγγελον δὲ τῆς νίκης1 τῷ πατρὶ τὸν Μιλήσιον Ἀριστόδημον ἔπεμψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν ἁπάντων, καὶ τότε παρεσκευασμένον, ὡς ἔοικε, των κολακευμάτων τὸ μέγιστον ἐπενεγκεῖν τοῖς πράγμασιν. ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν μὲν οὐκ εἴασε τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δʼ ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας,2 αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσας ἐκεῖνον ἥκειν ἔτι μᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ μόλις μὲν αὑτὸν οἴκοι κατεῖχεν, ἄλλους δʼ ἐπʼ ἄλλοις ἔπεμπεν ὑπηρέτας καὶ φίλους πευσομένους τοῦ Ἀριστοδήμου περὶ τῶν γεγονότων.
他派米利都人阿里斯托德谟斯向其父报捷。此人在所有廷臣中阿谀奉承独占鳌头,而且当时似乎已经准备对这桩大事施展出最登峰造极的谄媚。因为他从塞浦路斯渡海而来时,不仅不允许船只靠岸,反而下令抛锚、全员在船上静候,他自己则登上一只小艇,独自一人登陆,向安提柯处走去。安提柯正因焦急等待战局而心悬半空,处于对如此重大事态焦虑万分之人通常所处的情绪之中。彼时听闻阿里斯托德谟斯已经到达,他的心绪比之前更加慌乱动荡,勉强将自己克制在宅内,接二连三地派出仆役与友人去向阿里斯托德谟斯打探究竟发生了何事。
ἀποκρινομένου δὲ μηδὲν αὐτοῦ μηδενί, βάδην δὲ καὶ συνεστῶτι τῷ προσώπῳ3 μετὰ πολλῆς σιωπῆς προσιόντος, ἐκπλαγεὶς κομιδῆ καὶ μηκέτι καρτερῶν ὁ Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέμποντος ἤδη τὸν Ἀριστόδημον ὄχλου καὶ συντρέχοντος ἐπὶ τὸ βασίλειον.
但阿里斯托德谟斯对任何人都不作回答,只是迈着缓慢的步伐,神情凝重、一片沉寂地前行。安提柯完全惊惶失措,再也忍耐不住,迎至门前;此时大批人群已然护送着阿里斯托德谟斯,一同涌向王宫。
ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δεξιὰν ἀνεβόησε μεγάλῃ τῇ φωνῇ χαῖρε, βασιλεῦ Ἀντίγονε, νικῶμεν Πτολεμαῖον ναυμαχίᾳ καὶ Κύπρον ἔχομεν καὶ στρατιώτας αἰχμαλώτους μυρίους ἑξακισχιλίους ὀκτακοσίους. ὁ δὲ Ἀντίγονος, καὶ σύ, νὴ Δία, χαῖρε, εἶπεν· οὕτω δὲ ἡμᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον.4
及至近前,阿里斯托德谟斯伸出右手,高声呼喊道: “向您致敬,安提柯国王!我们在海战中战胜了托勒密,占领了塞浦路斯,并俘获了一万六千八百名士兵!” 安提柯回答道: “凭宙斯起誓,也祝你平安!不过你这般折磨我们,定要受罚:因为你收到这好消息的赏赐,可要迟一些了。”
- 17.2Αὐτάγγελον δὲ τῆς νίκης
αὐτάγγελος(亲身报信者)在此作直接宾语 τὸν Μιλήσιον Ἀριστόδημον 的述语宾格(宾语补足语)。τῆς νίκης 充当依存于 αὐτάγγελος 的宾格性属格(“作为亲自传递胜利消息的使者”)。
- 17.2κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας
动词 ἔχειν 与副词 ἀτρέμα(“安静地、纹丝不动地”)连用,具有不及物或反身含义(相当于 ἑαυτοὺς ἔχειν),意为“保持安静/按兵不动”。πάντας 为该不定式的逻辑主语(在不定式构文中的宾格主语),全句受 κελεύσας 支配。
- 17.4συνεστῶτι τῷ προσώπῳ
完成体分词 συνεστηκός / συνεστός(源自 συνίστημι 的不及物用法)意为“紧绷的、庄重的、凝练沉郁的”。它与名词 τῷ προσώπῳ 一同构成表示方式或伴随情态的与格(“带着凝重严肃的面容”)。
- 17.5τὸ εὐαγγέλιον
此处 τὸ εὐαγγέλιον 并非单指“好消息”本身,而是指按惯例赐予报捷使者的“报捷赏金/犒赏”(单数形式相当于更常用的复数 εὐαγγέλια)。从谓语动词 ἀπολήψῃ(“领受、获得”)的搭配即可看出这一点。
