- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:16.1-16.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在萨拉米斯海战中,德米特里大败托勒密,缴获了大量战利品并捕获名妓拉米亚且为之倾倒,随后墨涅拉奥斯也率众投降并交出萨拉米斯。
αὐτὸς μὲν οὖν ὁ Πτολεμαῖος ἐπέπλει πεντήκοντα καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ Σαλαμῖνος ἐκέλευσε Μενέλαον ἑξήκοντα ναυσίν, ὅταν μάλιστα σύστασιν ὁ ἀγὼν ἔχῃ, προσφερόμενον τὰς Δημητρίου κόπτειν ἐξόπισθεν καὶ διαταράττειν τὴν τάξιν. Δημήτριος δὲ ταῖς μὲν ἑξήκοντα ταύταις ἀντέταξε δέκα ναῦς (τοσαῦται γὰρ ἤρκουν στενὸν ὄντα τοῦ λιμένος ἐμφράξαι τὸν ἔκπλουν),1 αὐτὸς δὲ τὸ πεζὸν ἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴν θάλασσαν ἀκρωτηρίοις περιχεάμενος, οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν ὀγδοήκοντα· προσμίξας δὲ ῥώμῃ καὶ βίᾳ πολλῇ κατὰ κράτος ἐτρέψατο τὸν Πτολεμαῖον, αὐτὸν μέν, ὡς ἐνικήθη, διὰ ταχέων φυγόντα ναυσὶν ὀκτὼ μόναις (τοσαῦται γὰρ ἐκ πασῶν περιεσώθησαν, τῶν δὲ ἄλλων αἱ μὲν ἐν τῇ ναυμαχίᾳ διεφθάρησαν, ἑβδομήκοντα δὲ ἥλωσαν αὔτανδροι), τοῦ δὲ ἐν ὁλκάσι παρορμοῦντος ὄχλου θεραπόντων καὶ φίλων και γυναικῶν, ἔτι δὲ ὅπλων καὶ χρημάτων καὶ μηχανημάτων ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δημήτριον,2 ἀλλʼ ἔλαβε πάντα καὶ κατήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ τούτοις ἡ περιβόητος ἦν Λάμια, τὴν μὲν ἀρχὴν σπουδασθεῖσα διὰ τὴν τέχνην (ἐδόκει γὰρ αὐλεῖν οὐκ εὐκαταφρονήτως), ὕστερον δὲ καὶ τοῖς ἐρωτικοῖς λαμπρὰ γενομένη.
托勒密本人率领一百五十艘战船进发,并命令墨涅拉奥斯在战事达到最高潮时,率六十艘战船从萨拉米斯出击,从后方猛冲德米特里的船只,打乱其阵型。然而德米特里针对这六十艘船只仅部署了十艘战船(因为港口的出海口狭窄,这些船只便足以将其封堵),他自己则整编了步兵,将其散布在伸入海中的海角上,随后率领一百八十艘战船出航。他以极大的威势与力量投入交锋,彻底击溃了托勒密;战败的托勒密本人仅带八艘船迅速逃遁(全军之中仅有这几艘幸存,其余船只一部分在海战中被毁,七十艘则连人带船被俘),至于停泊在附近的运输船上的仆役、友人与妇女人群,乃至武器、钱财与器械,全无一物逃过德米特里的手心,他将所有这些尽数捕获并押回营地。在这群人中便有声名昭著的拉米亚,她起初因其技艺受到青睐(因为人们认为她的笛艺颇为不凡),后来更因其风流韵事而名噪一时。
τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον ἑαυτῆς λαβοῦσα τὸν Δημήτριον ἐκράτησε τῇ χάριτι καὶ κατέσχεν, ὥστε ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δʼ ἄλλων ἐρώμενον γυναικῶν.3 μετὰ δὲ τὴν ναυμαχίαν οὐδὲ ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαμῖνα παρέδωκε τῷ Δημητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους καὶ διακοσίους καὶ μυρίους καὶ δισχιλίους ὁπλίτας.
当时她虽已年老色衰,却抓住了比自己年轻得多的德米特里,以其风韵征服并牢牢控制了他,致使他只作为她一人的追求者,却成为其他所有女子所爱慕的对象。海战之后,墨涅拉奥斯也未能坚持下去,而是向德米特里交出了萨拉米斯、全部船只与陆军——包括一千二百名骑兵和一万二千名重装步兵。
- 16.1στενὸν ὄντα τοῦ λιμένος ἐμφράξαι τὸν ἔκπλουν
此处出现语序倒装(hyperbaton)。分词短语 στενὸν ὄντα 修饰 τὸν ἔκπλουν,表原因或伴随情况,而该分词短语与其所修饰的 τὸν ἔκπλουν(出海口)被 τοῦ λιμένος(港口的)与不定式 ἐμφράξαι 隔开。句意骨架为:ἤρκουν ἐμφράξαι τὸν ἔκπλουν τοῦ λιμένος, στενὸν ὄντα(“由于港口出海口狭窄,足以将其封堵”)。
- 16.3τοῦ δὲ ἐν ὁλκάσι παρορμοῦντος ὄχλου θεραπόντων καὶ φίλων και γυναικῶν, ἔτι δὲ ὅπλων καὶ χρημάτων καὶ μηχανημάτων ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δημήτριον
句首长达数行的属格短语 τοῦ ... ὄχλου ... ἔτι δὲ ὅπλων... 并非独立属格(genitive absolute),而是作主语 οὐδέν 的部分属格(partitive genitive),句意为:“在这群……仆役和友人……以及武器之中,绝无一物漏过德米特里”。
- 16.4ὥστε ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δʼ ἄλλων ἐρώμενον γυναικῶν
在 ὥστε 引导的结果从句中,主动含义的名词 ἐραστής(爱慕者/追求者)与被动含义的 ἐρώμενος(被爱者/倾慕的对象)形成鲜明对照。属格 ἐκείνης μόνης 作 ἐραστήν 的客体(客观属格,“仅爱她一人的爱人”),而 τῶν δʼ ἄλλων γυναικῶν 则表示施事者,修饰被动态的 ἐρώμενον(“被其他女人所爱慕的对象”)。
