- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:15.1-15.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里奉父命出兵塞浦路斯并击败墨涅拉奥斯,随后与赶来增援的托勒密本人互下通牒,迎来决定最高霸权的关键决战。
ἐπεὶ δὲ ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολεμαίῳ περὶ Κύπρου πολεμήσοντα,1 πείθεσθαι μὲν ἦν ἀναγκαῖον, ἀχθόμενος δὲ ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεμον, ὄντα καλλίω καὶ λαμπρότερον, ἀπολείπει, προσέπεμψε Κλεωνίδῃ τῷ Πτολεμαίου στρατηγῷ φρουροῦντι Σικυῶνα καὶ Κόρινθον χρήματα προτείνων, ὥστε ἐλευθέρας ἀφεῖναι τὰς πόλεις.
当他的父亲召他前去为争夺塞浦路斯而与托勒密作战时,服从固然是必要的;然而他因放弃为希腊而战——那是一场更为崇高、更为辉煌的战争——而深感愤懑,便派人前往托勒密麾下驻守西库翁与科林斯的将领克莱奥尼德斯处,向其提供金钱,条件是还这些城邦以自由。
οὐ προσδεξαμένου δὲ ἐκείνου, διὰ ταχέων ἀναχθεὶς καὶ προσλαβὼν δύναμιν ἐπέπλευσε Κύπρῳ. καὶ Μενέλαον μέν, ἀδελφὸν Πτολεμαίου, μάχην συνάψας εὐθὺς ἐνίκησεν· αὐτοῦ δὲ Πτολεμαίου μετὰ δυνάμεως πεζικῆς ἅμα καὶ ναυτικῆς μεγάλης ἐπιφανέντος, ἐγένοντο μὲν ἀπειλαί τινες καὶ διάλογοι κομπώδεις, τοῦ μὲν ἀποπλεῖν Δημήτριον κελεύοντος πρὶν ὑπὸ τῆς δυνάμεως πάσης ἀθροισθείσης καταπατηθῆναι, Δημητρίου δὲ ἐκεῖνον ἀφεῖναι φάσκοντος,2 ἂν ὁμολογήσῃ Σικυῶνα καὶ Κόρινθον ἀπαλλάξειν τῆς φρουρᾶς.
由于对方没有接受,德米特里迅速启航,扩充了兵力,驶向塞浦路斯。他与托勒密的兄弟墨涅拉奥斯交战,随即击败了他;但当托勒密本人率领庞大的陆军兼海军部队现身时,双方展开了某些威胁与浮夸的对话:一方命令德米特里在全军集结将他踏平之前开船撤离,而德米特里则声称,若托勒密同意将守军撤出西库翁与科林斯,他便放其离去。
ὁ δὲ ἀγὼν οὐ μόνον αὐτοῖς ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν εἶχε προσδοκίαν τῆς ἐπικρεμαμένης ἀδηλότητος, ὡς οὐ Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ μέγιστον εὐθὺς εἶναι πάντων τῷ κρατοῦντι τῆς νίκης προστιθείσης.3
这场角逐不仅对他们本人,而且对所有其他统治者而言,都因那悬而未决的未知结局而怀有巨大的期待,因为人们认为,胜利所赋予胜者的并非塞浦路斯或叙利亚,而是立刻成为凌驾于一切之上的至高强者。
- 15.1πολεμήσοντα
阳性宾格单数未来分词,与 ἐκάλει 的宾语 αὐτόν 一致,表示目的(“为了与……作战”)。
- 15.2τοῦ μὲν ἀποπλεῖν Δημήτριον κελεύοντος ... Δημητρίου δὲ ἐκεῖνον ἀφεῖναι φάσκοντος
一对独立属格结构,用以具体说明前文的 ἀπειλαί τινες καὶ διάλογοι κομπώδεις(威胁与浮夸的对话),τοῦ μέν(托勒密)与 Δημητρίου δέ 构成对比并置。
- 15.3ὡς οὐ Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ μέγιστον εὐθὺς εἶναι πάντων τῷ κρατοῦντι τῆς νίκης προστιθείσης
由 ὡς 引导的独立属格结构(τῆς νίκης προστιθείσης),表达各统治者主观上的认识与预期。不定式短语 τὸ μέγιστον εὐθὺς εἶναι πάντων 与 οὐ Κύπρον οὐδὲ Συρίαν 相对照,充当分词 προστιθείσης 所赋予的内容/宾语。
