← 普鲁塔克

德米特里传

§14.1-14.3

德米特里的联姻与放荡生活

客居雅典的德米特里迎娶了寡妇欧律狄刻,但他本就生性多妻,早年虽在父亲劝说下娶了年长的菲拉,却依然肆无忌惮地与众多女子及交际花私通放荡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἀλλʼ ἔν γε ταῖς Ἀθήναις τότε σχολάζων ἠγάγετο χηρεύουσαν Εὐρυδίκην, ἣ Μιλτιάδου μὲν ἦν ἀπόγονος τοῦ παλαιοῦ, συνοικήσασα δὲ Ὀφέλᾳ τῷ Κυρήνης ἄρξαντι μετὰ τὴν ἐκείνου τελευτὴν ἀφίκετο πάλιν εἰς τὰς Ἀθήνας.

然而,当时正在雅典闲居的他,娶了守寡的欧律狄刻。她是古代米尔提亚德的后裔,曾与统治昔兰尼的奥斐拉斯成婚,在其死后又重返雅典。

§14.2

οἱ μὲν οὖν Ἀθηναῖοι τὸν γάμον τοῦτον εἰς χάριν ἔθεντο καὶ τιμὴν τῆς πόλεως· ἄλλως δὲ ὁ Δημήτριος εὐχερής τις ἦν περὶ γάμους, καὶ πολλαῖς ἅμα συνῆν γυναιξίν, ὧν ἀξίωμα μέγιστον εἶχε καὶ τιμὴν Φίλα δι’ Ἀντίπατρον τὸν πατέρα καὶ διὰ τὸ προσυνῳκηκέναι Κρατερῷ, τῷ πλείστην εὔνοιαν αὑτοῦ παρὰ Μακεδόσι τῶν Ἀλεξάνδρου διαδόχων ἀπολιπόντι. ταύτην, ὡς ἔοικε, κομιδῆ νέον ὄντα τὸν Δημήτριον ἔπειθεν ὁ πατήρ, οὐκ οὖσαν αὐτῷ καθʼ ὥραν, ἀλλὰ πρεσβυτέραν, λαβεῖν· ἀπροθύμως δʼ ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν· "ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον," ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας.1 τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε2 πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δὲ ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.

雅典人便将这门婚事视为对城邦的恩惠与荣耀;但在其他方面,德米特里在婚姻上颇为随意,同时与多名女子同居。在她们之中,菲拉享有最高的尊严与名望,这一方面因其父安提帕特,另一方面也因她此前曾嫁予克拉特罗斯——此人在亚历山大的诸继业者中,在马其顿人之间为自己留下了最深厚的爱戴。似乎正是在德米特里尚且十分年轻之时,其父便劝说他娶她,尽管她与他年龄不相称,而是比他年长;在他心怀不愿之际,据说其父凑近其耳边念诵欧里庇得斯的诗句道: “凡有利可图之处,违背本性亦当成婚,” 坦率地用了一个与“当服役”音韵相仿的词。德米特里对菲拉及其他明媒正娶之妻的敬重不过如此,以至于他肆无忌惮地与许多交际花以及许多自由身妇女幽会,并因这种享乐在当时的列王之中尤招恶名。

语法注2 条
  1. 14.3ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας

    ὁμοιόπτωτον 是修辞学术语,指具有相同或相似词尾/屈折结尾的词语,在此作名词性使用。该句意指其父直截了当地将欧里庇得斯原诗句中的 δουλευτέον(“当服役/仕从”)替换为具有同等 -τέον 结尾的形容动词 γαμητέον(“当成婚”)。

  2. 14.3τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε

    此句以相关结构 τοιαύτη ... ὥστε(“是这般性质的……以至于……”)为骨架。德米特里对菲拉及其他合法妻子的所谓“敬意”带有讽刺意味:这种敬重并不妨碍他肆无忌惮地与大量交际花及自由人妇女混在一起(συνεῖναι),并在当时的诸王中因此等享乐而饱受非议(κακῶς ἀκοῦσαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:14.1-14.3