← 普鲁塔克

德米特里传

§11.1-11.3

煽动家斯特拉托克利斯的谄媚与放肆轶事

普鲁塔克叙述了蛊惑家斯特拉托克利斯将出使统治者的使节提升为“奉圣献祭使”的荒唐提案,并通过其与情妇的对话以及在阿莫尔戈斯海战惨败后谎报军情庆祝的轶事,展现其放肆大胆的性格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1

τὸ δὲ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους1 (οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευμάτων), ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημήτριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀνάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς.

至于斯特拉托克利斯最为非同寻常的发明——因为正是他构想了这些精巧而过分的谄媚之计——他提议,凡依公决法令受公派前往安提柯或德米特里之处的人,不应被称为使节,而应被称为奉圣献祭使,正如在希腊节庆中代表各城邦向皮托和奥林匹亚进奉祖传祭品的人一样。

§11.2

ἦν δὲ καὶ τἆλλα παράτολμος ὁ Στρατοκλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τὴν τοῦ παλαιοῦ Κλέωνος ἀπομιμεῖσθαι δοκῶν βωμολοχίαν καὶ βδελυρίαν τῇ πρὸς τὸν δῆμον εὐχερείᾳ. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς· καί ποτε αὐτῷ πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαμένης ἐγκεφάλους καὶ τραχήλους, παπαί, εἶπε, τοιαῦτά γε ὠψώνηκας οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι.2

在其他方面,斯特拉托克利斯同样是一个胆大妄为之人,生活放荡不羁,在对待民众的轻薄举止上,仿佛在刻意模仿当年克里昂的哗众取宠与粗俗下流。他将高级交际花费拉基昂迎入家中姘居;有一次,她从市场上买来脑髓和颈肉为他准备晚餐,“天哪,”他说道,“你买来当菜肴的,正是我们这些从政之人拿来当球踢弄的东西啊!”

§11.3

τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν, εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν. ὀλίγῳ δʼ ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸ τῆς μάχης παραγενομένων καὶ τοῦ δήμου πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑποστὰς τὸν θόρυβον, εἶτα, ἔφη, τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε;3 τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύτης.

此外,当雅典人在阿莫尔戈斯附近遭遇船队覆灭的败局时,他赶在报信者之前,头戴花冠驾车穿越陶工区,谎称他们已经大获全胜,提议为捷报举行感恩祭,并按部落分发肉食。不久之后,从战斗中运来船只残骸的人赶到,民众盛怒之下将他召来问责,他却肆无忌惮地面迎喧嚣,“那么,”他说道,“如果你们开开心心地度过了两天,又究竟遭受了什么可怕的损害呢?” 斯特拉托克利斯的狂妄放肆大抵便是如此。

语法注3 条
  1. 11.1τὸ δὲ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους

    置于句首作为话题的主格或宾格悬空结构(破格句 anacoluthon)。句首短语引出话题(“至于斯特拉托克利斯最为非同寻常的发明……”),但在插入括号内的解释(οὗτος γὰρ ἦν...)后,句子未按预期的系词谓语展开,而是直接以带有具体动作的主动词 ἔγραψεν 重新接续。

  2. 11.2οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι

    关系代词 οἷς 作工具与格,受动词 σφαιρίζομεν(“玩球/投球”)支配。它承接前文的 ἐγκεφάλους καὶ τραχήλους(“脑髓与颈肉”),借买来的动物头脑和脖颈戏谑政治家在政争中将政敌的“项上人头”乃至自己的身家性命当作玩物踢弄抛掷的残酷现实,具有双关意味。

  3. 11.3εἰ δύο ἡμέρας ἡδέως γεγόνατε

    连词 εἰ 后接直陈式完成时 γεγόνατε,构成直陈条件句,并非虚拟语气,而是以既定事实为前提(“既然你们已经……/如果你们确实已经……”)。副词 ἡδέως 与 γίγνομαι(或 εἰμί)连用,是一种表示“处于欢快状态、过得惬意愉快”的惯用搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:11.1-11.3