← 普鲁塔克

德米特里传

§12.1-12.5

对德米特里的过度谄媚与不祥凶兆

对德米特里的谄媚进一步升级,甚至更改了月份与节庆之名,但接连出现了圣袍裂开和反常霜冻等神祇凶兆。喜剧诗人腓力庇得斯作诗讽刺这一不敬行为,其在利西马科斯身旁谦逊正直的品行被特意用来与斯特拉托克利斯相对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ἦν δὲ ἄρα καὶ πυρὸς ἕτερα θερμότερα1 κατὰ τὸν Ἀριστοφάνη. γράφει γάρ τις ἄλλος ὑπερβαλλόμενος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δημήτριον, ὁσάκις ἂν ἀφίκηται, τοῖς Δήμητρος καὶ Διονύσου ξενισμοῖς, τῷ δʼ ὑπερβαλλομένῳ λαμπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν ἀργύριον εἰς ἀνάθημα δημοσίᾳ δίδοσθαι.

然而,正如阿里斯托芬所言,果然“还有比火更热之物”。因为另有一人,在卑鄙谄媚上甚至超过了斯特拉托克利斯,他提议:每逢德米特里到来,都要以款待德墨忒尔和狄奥尼索斯的仪礼来迎接他;凡在迎接仪式的光彩与铺张上超越常人者,公家当赐予钱财以备奉献之用。

§12.2

τέλος δὲ τῶν τε μηνῶν τὸν Μουνυχιῶνα Δημητριῶνα καὶ τῶν ἡμερῶν τὴν ἕνην καὶ νέαν Δημητριάδα προσηγόρευσαν, καὶ τῶν ἑορτῶν τὰ Διονύσια μετωνόμασαν Δημήτρια. ἐπεσήμηνε δὲ τοῖς πλείστοις τὸ θεῖον. ὁ μὲν γὰρ πέπλος, ᾧπερ ἐψηφίσαντο μετὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς προσενυφῆναι Δημήτριον καὶ Ἀντίγονον, πεμπόμενος διὰ τοῦ Κεραμεικοῦ μέσος ἐρράγη θυέλλης ἐμπεσούσης· περὶ δὲ τοὺς βωμοὺς τοὺς ἐκείνων ἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον, ἄλλως μηδὲ τῆς χώρας πολλαχοῦ φυόμενον· τῇ δὲ ἡμέρᾳ ᾗ τὰ τῶν Διονυσίων ἐγίνετο, τὴν πομπὴν κατέλυσαν ἰσχυρῶν πάγων γενομένων παρʼ ὥραν. καὶ πάχνης βαθείας ἐπιπεσούσης οὐ μόνον ἀμπέλους καὶ συκᾶς ἁπάσας ἀπέκαυσε τὸ ψῦχος, ἀλλὰ καὶ τοῦ σίτου τὸν πλεῖστον κατέφθειρεν ἐν χλόῃ.

最后,他们把月份中的穆尼基翁月改称为德米特里月,把晦日(新旧交替之日)改称为德米特里亚日,又把狄奥尼索斯节改名为德米特里节。然而神明对其中绝大多数举措都显出了不祥之兆。盖因他们曾决议将德米特里和安提柯与宙斯及雅典娜织绘在一起的那幅圣袍,在被抬着穿过陶工区时,突遇风暴袭击,竟从正中裂开;此外,在他们的祭坛周围四下长出了大量的毒芹,而这种植物平时在该地区的很多地方甚至都不生长;在举行狄奥尼索斯节活动的那一天,因反常的严寒降临,他们不得不取消了游行。而且浓霜覆地,严寒不仅摧毁了所有的葡萄树和无花果树,还将大部分尚在青苗期的谷物毁灭殆尽。

§12.4

διὸ καὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατοκλέους ἐν κωμῳδίᾳ πρὸς αὐτὸν ἐποίησε ταῦτα· "δι’ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους, δι’ ὃν ἀσεβοῦνθʼ2 ὁ πέπλος ἐρράγη μέσος, τὰς τῶν θεῶν τιμὰς ποιοῦντʼ ἀνθρωπίνας. ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία."

正因如此,身为斯特拉托克利斯政敌的喜剧诗人腓力庇得斯,在一部喜剧中写下了针对他的诗句: “因他之故,严霜摧残了葡萄树, 因他亵渎神明,将属于神明的尊荣变为人所有, 圣袍遂自正中碎裂。 真正颠覆平民统治的正是这等事,而非喜剧。”

§12.5

ἦν δὲ ὁ Φιλιππίδης Λυσιμάχου φίλος, καὶ πολλὰ δι’ αὐτὸν ὁ δῆμος εὖ ἔπαθεν ὑπὸ τοῦ βασιλέως. ἐδόκει δὲ καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ πρὸς στρατείαν εὐσύμβολος ἀπαντήσας εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος εὐδοκίμει, μηθὲν ἐνοχλῶν μηδʼ αὐλικῆς περιεργίας ἀναπιμπλάμενος. φιλοφρονουμένου δέ ποτε τοῦ Λυσιμάχου πρὸς αὐτὸν καὶ εἰπόντος, ὦ Φιλιππίδη, τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον, ἔφη, βασιλεῦ, μὴ τῶν ἀπορρήτων. τοῦτον μὲν οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαμεν, τῷ ἀπὸ τοῦ βήματος τὸν ἀπὸ τῆς θυμέλης.3

这位腓力庇得斯是利西马科斯的朋友,民众通过他从国王那里蒙受了许多恩惠。无论对于行事还是出征,与他相遇并得见其人,都被他〔利西马科斯〕视作吉兆。此外,他也因其品行而备受敬重,从不惹人烦扰,亦未沾染廷臣好管闲事的恶习。有一次,利西马科斯向他示好并问道: “腓力庇得斯啊,我能与你分享我所有的何物呢?” 他答道: “陛下,只要不是您的机密即可。” 因此,我们特意将此人与彼人并列——将剧场之人与讲坛之人并置于一处。

语法注3 条
  1. 12.1ἦν δὲ ἄρα καὶ πυρὸς ἕτερα θερμότερα

    化用了阿里斯托芬《骑士》第382行(“尚有比火更热之物”)的典故成语。小辞 ἄρα 表明对事实的恍然领悟或“果真如此”。此处用于引出甚至超越斯特拉托克利斯之谄媚的更极端行为。

  2. 12.4δι’ ὃν ἀσεβοῦνθʼ

    ἀσεβοῦνθʼ 为 ἀσεβοῦντα 的缩音(元音略脱),是阳性宾格单数现在分词,与介词 διά 的宾语关系代词 ὅν(指斯特拉托克利斯)一致。与接下来的 ποιοῦντʼ(即 ποιοῦντα)并列,构成“因他亵渎神明,将诸神的尊荣化为凡人之物”的伴随或原因说明。

  3. 12.5τῷ ἀπὸ τοῦ βήματος τὸν ἀπὸ τῆς θυμέλης

    动词 παρεθήκαμεν(我们并置了)带有的与格间接宾语和宾格直接宾语,通过带有前置词的借代结构形成了鲜明对比:τῷ ἀπὸ τοῦ βήματος(讲坛上的演说家/政治家斯特拉托克利斯)与 τὸν ἀπὸ τῆς θυμέλης(剧场/舞台上的喜剧诗人腓力庇得斯)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg057.humanitext-grc2:12.1-12.5