- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:9.1-9.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗以头名当选法务官,因公正审理马塞尔等人之案而深孚众望。任期将尽时,他在马尼利乌斯受控一案中的审期安排起初引发民愤,但通过演说阐明真意后彻底逆转了民意,继而接受委托为其辩护并猛烈抨击寡头派。
στρατηγίαν δὲ μετιόντων ἅμα σὺν αὐτῷ πολλῶν καὶ μεγάλων πρῶτος ἁπάντων ἀνηγορεύθη· καὶ τὰς κρίσεις ἔδοξε καθαρῶς καὶ καλῶς βραβεῦσαι. λέγεται δὲ καὶ Λικίννιος Μᾶκερ, ἀνὴρ καὶ καθʼ αὑτὸν ἰσχύων ἐν τῇ πόλει μέγα καὶ Κράσσῳ χρώμενος βοηθῷ, κρινόμενος κλοπῆς ἐπʼ αὐτοῦ, τῇ δυνάμει καὶ σπουδῇ πεποιθώς, ἔτι τὴν ψῆφον τῶν κριτῶν διαφερόντων ἀπαλλαγεὶς οἴκαδε κείρασθαί τε τὴν κεφαλὴν κατὰ τάχος καὶ καθαρὸν ἱμάτιον ὡς νενικηκὼς λαβὼν αὖθις εἰς ἀγορὰν προϊέναι· τοῦ δὲ Κράσσου περὶ τὴν αὔλειον ἀπαντήσαντος αὐτῷ καὶ φράσαντος ὅτι πάσαις ἑάλωκε ταῖς ψήφοις, ἀναστρέψας καὶ κατακλινεὶς ἀποθανεῖν.1
当许多显要人物与他一同竞选法务官时,他在所有人中第一个被宣布当选;他在主持审判时也被认为公正廉洁。据说利奇尼乌斯·马塞尔——此人自身在城邦中便极有权势,又有克拉苏作为帮手——在他面前被控贪污时,依仗自己的权势和周密运作,在审判官们尚在投票时便径自离去回家,迅速理了发,并穿上干净的长袍,如同胜诉一般打算再次前往广场;但当克拉苏在庭院大门附近遇见他,并告知他已被全票定罪时,他转身回屋卧床,随即死去。
τὸ δὲ πρᾶγμα τῷ Κικέρωνι δόξαν ἤνεγκεν ὡς ἐπιμελῶς βραβεύσαντι τὸ δικαστήριον. ἐπεὶ δὲ Οὐατίνιος, ἀνὴρ ἔχων τι τραχὺ καὶ πρὸς τοὺς ἄρχοντας ὀλίγωρον ἐν ταῖς συνηγορίαις, χοιράδων δὲ τὸν τράχηλον περίπλεως, ᾐτεῖτό τι καταστὰς παρὰ τοῦ Κικέρωνος, καὶ μὴ διδόντος, ἀλλὰ βουλευομένου πολὺν χρόνον, εἶπεν ὡς οὐκ ἂν αὐτός διστάσειε περὶ τούτου στρατηγῶν, ἐπιστραφεὶς ὁ Κικέρων, ἀλλʼ ἐγώ, εἶπεν, οὐκ ἔχω τηλικοῦτον.2
这件事为西塞罗赢得了勤谨主持法庭的美誉。瓦提尼乌斯此人在辩护中性情粗暴且蔑视长官,脖子上长满了瘰疬,当他出庭向西塞罗提出某种请求,而西塞罗未予准许且权衡良久时,他说若是自己在任法务官,绝不会为此犹豫不决;西塞罗转身说道: “但我,”他说,“却没有这么粗的脖子。”
ἔτι δʼ ἡμέρας δύο ἢ τρεῖς ἔχοντι τῆς ἀρχῆς αὐτῷ προσήγαγέ τις Μανίλιον εὐθύνων κλοπῆς. ὁ δὲ Μανίλιος οὗτος εὔνοιαν εἶχε καὶ σπουδὴν ὑπὸ τοῦ δήμου, δοκῶν ἐλαύνεσθαι διὰ Πομπήϊον· ἐκείνου γὰρ ἦν φίλος. αἰτουμένου δʼ ἡμέρας αὐτοῦ μίαν ὁ Κικέρων μόνην τὴν ἐπιοῦσαν ἔδωκε· καὶ ὁ δῆμος ἠγανάκτησεν εἰθισμένων τῶν στρατηγῶν δέκα τοὐλάχιστον ἡμέρας διδόναι τοῖς κινδυνεύουσι.
在他任期尚存两三天时,有人将马尼利乌斯押来,控告其犯有盗用公款罪。这位马尼利乌斯深得民众的爱戴与热忱支持,被认为是因为庞培的缘故而遭逼迫,因为他是庞培的友人。当他请求宽限时,西塞罗只给了次日一天;而按照惯例法务官至少要给受审者十天,民众因此大为愤慨。
τῶν δὲ δημάρχων αὐτὸν διαγαγόντων ἐπὶ τὸ βῆμα καὶ κατηγορούντων, ἀκουσθῆναι δεηθεὶς εἶπεν ὅτι τοῖς κινδυνεύουσιν ἀεί, καθʼ ὅσον οἱ νόμοι παρείκουσι, κεχρημένος ἐπιεικῶς καὶ φιλανθρώπως δεινὸν ἡγεῖτο τῷ Μανιλίῳ ταὐτὰ μὴ παρασχεῖν ἧς οὖν ἔτι μόνης κύριος ἦν ἡμέρας στρατηγῶν, ταύτην ἐπίτηδες ὁρίσαι·3 τὸ γὰρ εἰς ἄλλον ἄρχοντα τὴν κρίσιν ἐκβαλεῖν οὐκ εἶναι βουλομένου βοηθεῖν.
保民官将西塞罗带到讲坛上予以谴责时,西塞罗请求众人倾听其发言,并说:只要法律允许,自己对涉讼受审者一向仁慈宽厚,若不对马尼利乌斯给予同样待遇,他以为是不当的;因此,他特意选定了自己身为法务官尚能作主的唯一一天;因为将审判推诿给另一位长官,绝非真心相助者所为。
ταὐτὰ λεχθέντα θαυμαστὴν ἐποίησε τοῦ δήμου μεταβολήν καὶ πολλὰ κατευφημοῦντες αὐτόν ἐδέοντο τὴν ὑπὲρ τοῦ Μανιλίου συνηγορίαν ἀναλαβεῖν. ὁ δʼ ὑπέστη προθύμως, οὐχ ἥκιστα διὰ Πομπήϊον ἀπόντα· καὶ καταστὰς πάλιν ἐξ ὑπαρχῆς ἐδημηγόρησε, νεανικῶς τῶν ὀλιγαρχικῶν καὶ τῷ Πομπηίῳ φθονούντων καθαπτόμενος.
这番话一说出,便使民众产生了惊人的转变;他们齐声喝彩赞扬他,并恳求他承担起为马尼利乌斯的辩护。西塞罗欣然应允,这在很大程度上也是为了不在场的庞培;他重新登上讲坛从头发表公开演说,以青年的锐气猛烈抨击那些寡头分子和嫉妒庞培之人。
- 9.1λέγεται δὲ καὶ Λικίννιος Μᾶκερ ... κείρασθαί τε ... προϊέναι ... ἀποθανεῖν
由被动动词 λέγεται 统辖的主格不定式人称句式(nominativus cum infinitivo)。作为语法主语的主格名词 Λικίννιος Μᾶκερ 充当其后一系列不定式(κείρασθαι, προϊέναι, ἀποθανεῖν)的逻辑主语。
- 9.3οὐκ ἔχω τηλικοῦτον
承前省略了前文提及的名词 τράχηλον(脖子)。西塞罗在此利用了双关风趣:既指瓦提尼乌斯因瘰疬(χοιράδες)而肿大的粗脖子这一生理特征,又借“脖子粗”(傲慢、厚颜)的转义反唇相讥。
- 9.5ἧς οὖν ἔτι μόνης κύριος ἦν ἡμέρας στρατηγῶν, ταύτην ἐπίτηδες ὁρίσαι
先行词 ἡμέρας 被纳入关系从句中,并受关系代词 ἧς 的格吸引而变为属格(incorporation)。在主句中,它由指示代词 ταύτην(宾格)复指,作为不定式 ὁρίσαι 的宾语;不定式 ὁρίσαι 延续了由 εἶπεν ὅτι 引领的间接引语结构。
