← 普鲁塔克

西塞罗传

§10.1-10.4

喀提林阴谋的兴起与推戴西塞罗的背景

叙述贵族与平民联合推举西塞罗竞选执政官的背景,描绘了喀提林及其党羽妄图颠覆苏拉政制的凶残阴谋、青年受其腐化的情形,以及贫富严重分化下罗马政局的岌岌可危。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἐπὶ δὲ τὴν ὑπατείαν οὐχ ἧττον ὑπὸ τῶν ἀριστοκρατικῶν ἢ τῶν πολλῶν προήχθη διὰ τὴν πόλιν ἐξ αἰτίας αὐτῷ τοιαύτης συναγωνισαμένων. τῆς ὑπὸ Σύλλα γενομένης μεταβολῆς περὶ τὴν πολιτείαν ἐν ἀρχῇ μὲν ἀτόπου φανείσης, τότε δὲ τοῖς πολλοῖς ὑπὸ χρόνου καὶ συνηθείας ἤδη τινὰ κατάστασιν ἔχειν οὐ φαύλην δοκούσης, ἦσαν οἱ τὰ παρόντα διασεῖσαι καὶ μεταθεῖναι ζητοῦντες ἰδίων ἕνεκα πλεονεξιῶν, οὐ πρὸς τὸ βέλτιστον, Πομπηΐου μὲν ἔτι τοῖς βασιλεῦσιν ἐν Πόντῳ καὶ Ἀρμενίᾳ πολεμοῦντος, ἐν δὲ τῇ Ῥώμῃ μηδεμιᾶς ὑφεστώσης πρὸς τοὺς νεωτερίζοντας ἀξιομάχου δυνάμεως.

然而在竞选执政官时,他受到了贵族阶层与平民同样大力的推戴,他们出于城邦的利益,基于以下缘由联合起来为他奔走相助。苏拉所造成的政体变革,起初虽显得荒谬怪异,但在当时由于岁月的推移与习俗的养成,已被大众认为已经具有了不坏的稳定秩序;然而却有些人并非出于追求国家的最大利益,而是为了个人的贪欲,图谋动摇并改变这一现状。当时庞培仍在本都和亚美尼亚与诸王交战,而罗马城内并无任何足以与革新派抗衡的军力存在。

§10.2

οὗτοι κορυφαῖον εἶχον ἄνδρα τολμητὴν καὶ μεγαλοπράγμονα καὶ ποικίλον τὸ ἦθος, Λεύκιον Κατιλίναν, ὃς αἰτίαν ποτὲ πρὸς ἄλλοις ἀδικήμασι μεγάλοις ἔλαβε παρθένῳ συγγεγονέναι θυγατρί, κτεῖναι δʼ ἀδελφὸν αὑτοῦ· καὶ δίκην ἐπὶ τούτῳ φοβούμενος ἔπεισε Σύλλαν ὡς ἔτι ζῶντα τὸν ἄνθρωπον ἐν τοῖς ἀποθανουμένοις προγράψαι.1

这些人拥戴一个胆大妄为、野心勃勃且性格狡黠多变之人作为首领,此人即卢基乌斯·喀提林。喀提林除其他重大罪行外,曾被控奸淫自己的处女女儿,并杀害了自己的亲兄弟;因害怕为此受罚,他竟说服苏拉,把那个人当作尚在人世一般,列入了应受处决的剥夺公权者名单。

§10.3

τοῦτον οὖν προστάτην οἱ πονηροὶ λαβόντες ἄλλας τε πίστεις ἀλλήλοις ἔδοσαν καὶ καταθύσαντες ἄνθρωπον ἐγεύσαντο τῶν σαρκῶν, διέφθαρτο δʼ ὑπʼ αὐτοῦ πολὺ μέρος τῆς ἐν τῇ πόλει νεότητος, ἡδονὰς καὶ πότους καὶ γυναικῶν ἔρωτας ἀεὶ προξενοῦντος ἑκάστῳ καὶ τὴν εἰς ταῦτα δαπάνην ἀφειδῶς παρασκευάζοντος. ἐπῆρτο δʼ ἥ τε Τυρρηνία πρὸς ἀπόστασιν ὅλη καὶ τὰ πολλὰ τῆς ἐντὸς Ἄλπεων Γαλατίας.

这伙恶人遂以他为领袖,彼此立下各种誓约,甚至杀人献祭并品尝其肉。城邦中的大部分青年也已被他腐蚀,因为他始终为每个人提供享乐、狂饮和女色,并不惜工本地供应为此所需的开销。此外,整个伊特鲁里亚都在谋划反叛,阿尔卑斯山内高卢的大部分地区也是如此。

§10.4

ἐπισφαλέστατα δʼ ἡ Ῥώμη πρὸς μεταβολὴν εἶχε διὰ τὴν ἐν ταῖς οὐσίαις ἀνωμαλίαν, τῶν μὲν ἐν δόξῃ μάλιστα καὶ φρονήματι κατεπτωχευμένων εἰς θέατρα καὶ δεῖπνα καὶ φιλαρχίας καὶ οἰκοδομίας, τῶν δὲ πλούτων εἰς ἀγεννεῖς καὶ ταπεινοὺς συνερρυηκότων ἀνθρώπους, ὥστε μικρᾶς ῥοπῆς δεῖσθαι τὰ πράγματα καὶ παντὸς εἶναι τοῦ τολμήσαντος ἐκστῆσαι τὴν πολιτείαν2 αὐτὴν ὑφʼ αὑτῆς νοσοῦσαν.

由于财产上的严重不均,罗马面对政变处于极度脆弱的境地。那些享有极高声望和尊严的人,因沉溺于剧场演出、宴饮、谋求官职和营建宅邸而倾家荡产,财富却汇聚到了卑劣低微之人手中。因此,局势只需微小的推动便会倾覆,而这一内生重病的政体,已任由任何胆敢动手之人将其颠覆了。

语法注2 条
  1. 10.2ὡς ἔτι ζῶντα τὸν ἄνθρωπον ἐν τοῖς ἀποθανουμένοις προγράψαι

    连词 ὡς 与分词 ζῶντα 连用,表示喀提林的主观借口或虚构前提,即“仿佛此人尚且活着一般”。喀提林在私下杀害了自己的兄弟(τὸν ἄνθρωπον)后,说服苏拉事后将该人列入应受处决的名单(ἐν τοῖς ἀποθανουμένοις),以此虚伪的名义使其私自杀人的行径披上公法处决的合法外衣。

  2. 10.4παντὸς εἶναι τοῦ τολμήσαντος ἐκστῆσαι τὴν πολιτείαν

    παντὸς ... τοῦ τολμήσαντος 与动词 εἶναι 构成表示所属或权限的表语性属格(predicate genitive),意为“属于……的权能之内”或“任由……摆布”。不定词 ἐκστῆσαι 充当该结构的逻辑主语,整个 ὥστε 结果句表达:推翻这个已内生疾患的政体,已是任何敢于冒险动手之人皆能办到的事情。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:10.1-10.4