← 普鲁塔克

西塞罗传

§8.1-8.4

西塞罗的资产状况、节制生活与门庭若市

维勒斯审判结束后,西塞罗的资产状况、节制的个人生活与养生调理,以及各界人士每日云集于其帕拉蒂乌姆住所的盛况均得以记述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

οὕτω δὲ τοῦ Βέρρου καταδικασθέντος, ἑβδομήκοντα πέντε μυριάδων τιμησάμενος τὴν δίκην ὁ Κικέρων διαβολὴν ἔσχεν ὡς ἐπʼ ἀργυρίῳ τὸ τίμημα καθυφειμένος.1 οὐ μὴν ἀλλʼ οἱ Σικελιῶται χάριν εἰδότες ἀγορανομοῦντος αὐτοῦ πολλὰ μὲν ἄγοντες ἀπὸ τῆς νήσου, πολλὰ δὲ φέροντες ἧκον, ὧν οὐδὲν ἐποιήσατο κέρδος, ἀλλʼ ὅσον ἐπευωνίσαι τὴν ἀγορὰν ἀπεχρήσατο2 τῇ φιλοτιμίᾳ τῶν ἀνθρώπων.

在维勒斯如此被定罪后,西塞罗将赔偿额定为七十五万,因而招致了因收受钱财而蓄意减轻罚额的中伤。尽管如此,西西里人心怀感激,在他担任市政官期间,从岛上运送大量禽畜,并载来大量物资;西塞罗未从中谋取任何私利,只是借助众人的热忱好意来平抑市面物价。

§8.2

ἐκέκτητο δὲ χωρίον καλὸν ἐν Ἄρποις, καὶ περὶ Νέαν πόλιν ἦν ἀγρὸς καὶ περὶ Πομπηΐους ἕτερος, οὐ μεγάλοι· φερνή τε Τερεντίας τῆς γυναικὸς προσεγένετο μυριάδων δέκα, καὶ κληρονομία τις εἰς ἐννέα δηναρίων συναχθεῖσα μυριάδας, ἀπὸ τούτων ἐλευθερίως ἅμα καὶ σωφρόνως διῆγε μετὰ τῶν συμβιούντων Ἑλλήνων καὶ Ῥωμαίων φιλολογῶν, σπάνιον, εἴ ποτε,3 πρὸ δυσμῶν ἡλίου κατακλινόμενος, οὐχ οὕτω διʼ ἀσχολίαν, ὡς διὰ τὸ σῶμα τῷ στομάχῳ μοχθηρῶς διακείμενον.

他在阿尔皮拥有一处优美的地产,在奈阿波利斯附近有一处田庄,在庞贝附近还有另一处,但二者规模都不大;此外还有妻子特伦提娅带来的十万嫁妆,以及一份汇集总额达九万第纳尔的遗产。依靠这些资产,他与同住的希腊人和罗马人研讨学问,过着既体面又克制的生活;在日落前入席进餐之事即使有过也是极少,这倒并非由于公务繁忙,而是由于他的身体在胃部方面状况欠佳。

§8.3

ἦν δὲ καὶ τὴν ἄλλην περὶ τὸ σῶμα θεραπείαν ἀκριβὴς καὶ περιττός, ὥστε καὶ τρίψεσι καὶ περιπάτοις ἀριθμῷ τεταγμένοις χρῆσθαι. τοῦτον τὸν τρόπον διαπαιδαγωγῶν τὴν ἕξιν ἄνοσον καὶ διαρκῆ πρὸς πολλοὺς καὶ μεγάλους ἀγῶνας καὶ πόνους συνεῖχεν. οἰκίαν δὲ τὴν μὲν πατρῴαν τῷ ἀδελφῷ παρεχώρησεν, αὐτὸς δʼ ᾤκει περὶ τὸ Παλάτιον ὑπὲρ τοῦ μὴ μακρὰν βαδίζοντας ἐνοχλεῖσθαι τοὺς θεραπεύοντας αὐτόν.

他在照料身体的其他方面也严谨入微,以至于连按摩和散步都采用规定好的固定次数。他以这种方式调摄自己的体魄,使其保持无病并足以支撑繁多而沉重的争斗与辛劳。他将祖传的住宅让给了弟弟,自己则住在帕拉蒂乌姆附近,以免前来向他问候拜谒的人因长途走动而受劳顿之累。

§8.4

ἐθεράπευον δὲ καθʼ ἡμέραν ἐπὶ θύρας φοιτῶντες οὐκ ἐλάττονες ἢ Κράσσον ἐπὶ πλούτῳ καὶ Πομπήιον διὰ τὴν ἐν τοῖς στρατεύμασι δύναμιν,4 θαυμαζομένους μάλιστα Ῥωμαίων καὶ μεγίστους ὄντας. Πομπήιος δὲ καὶ Κικέρωνα ἐθεράπευε, καὶ μεγάλα πρὸς δύναμιν αὐτῷ καὶ δόξαν ἡ Κικέρωνος συνέπραξε πολιτεία.

每天登门向他拜候致敬的人,并不比因财富而向克拉苏致候、或因在军中的权势而向庞培拜谒的人要少,而这两人是罗马人中最受赞赏、权势最显赫的。甚至连庞培也对西塞罗以礼相待,西塞罗的从政举措对庞培的权势与声望贡献良多。

语法注4 条
  1. 8.1ὡς ἐπʼ ἀργυρίῳ τὸ τίμημα καθυφειμένος

    小词 ὡς 与完成时分词 καθυφειμένος(主格阳性单数,与主句主语 ὁ Κικέρων 一致)连用,表示他人指控或非难的内容与理由(“指责他因收受贿赂而压低赔偿金”)。动词 καθυφίημι 在此意为“妥协、降低诉求或暗中放水”。

  2. 8.1ἀλλʼ ὅσον ἐπευωνίσαι τὴν ἀγορὰν ἀπεχρήσατο

    ὅσον 后接不定词 ἐπευωνίσαι,作状语表示程度与目的(“仅用于使市场物价便宜的限度”)。动词 ἀπεχρήσατο 支配与格 τῇ φιλοτιμίᾳ 作为宾语,意为“充分利用、借助(众人的好意)”。

  3. 8.2σπάνιον, εἴ ποτε

    字面意为“即便有也是罕见的”,作为习语插入短语,意指“极少、难得、几乎不”。它修饰随后的分词 κατακλινόμενος(为进晚餐而斜卧就座)。

  4. 8.4οὐκ ἐλάττονες ἢ Κράσσον ἐπὶ πλούτῳ καὶ Πομπήιον διὰ τὴν ἐν τοῖς στρατεύμασι δύναμιν

    在此比较结构中,宾格 Κράσσον 与 Πομπήιον 充当从主句承前省略的主动词 ἐθεράπευον 的宾语(即“登门拜访西塞罗的人数,不少于因财富而拜访克拉苏以及因军权而拜访庞培的人数”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:8.1-8.4