← 普鲁塔克

西塞罗传

§7.1-7.6

结识市民与无偿辩护及弹劾维勒斯

西塞罗致力于详尽了解市民,并因无偿辩护而赢得赞誉;尤其在弹劾维勒斯一案中,他放弃长篇演说而通过直接审查证人迅速定罪,并在审理期间留下了多句机智的讽刺名言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ἁπτόμενος δὲ τῆς πολιτείας προθυμότερον, αἰσχρὸν ἡγεῖτο τοὺς μὲν βαναύσους ὀργάνοις χρωμένους καὶ σκεύεσιν ἀψύχοις μηδενὸς ἀγνοεῖν ὄνομα μηδὲ χώραν ἢ δύναμιν αὐτῶν, τὸν δὲ πολιτικόν, ᾧ διʼ ἀνθρώπων αἱ κοιναὶ πράξεις περαίνονται, ῥᾳθύμως καὶ ἀμελῶς ἔχειν περὶ τὴν τῶν πολιτῶν γνῶσιν.

当他更热切地投身于政务时,他认为可耻的是:工匠使用无生命的工具和器物,尚且不至于不了解其中任何一件的名称、存放处或功用,而通过人来完成公共事务的政治家,却对市民的了解表现得怠惰而漫不经心。

§7.2

ὅθεν οὐ μόνον τῶν ὀνομάτων εἴθιζε μνημονεύειν αὐτόν, ἀλλὰ καὶ τόπον ἐν ᾧ τῶν γνωρίμων ἕκαστος οἰκεῖ, καὶ χωρίον οὐ κέκτηται, καὶ φίλους οἷστισι χρῆται, καὶ γείτονας ἐγίνωσκε· καὶ πᾶσαν ὁδὸν Ἰταλίας διαπορευομένῳ Κικέρωνι πρόχειρον ἦν εἰπεῖν καὶ ἐπιδεῖξαι τοὺς τῶν φίλων ἀγροὺς καὶ τὰς ἐπαύλεις.

因此,他不仅习惯于记住大家的名字,而且还了解显贵者中每一个人住在何处、在何地拥有地产、结交哪些朋友以及有哪些邻人;当西塞罗穿行于意大利的任何一条道路时,随口指出并说出朋友们的田庄和别墅对他而言都是轻而易举的事。

§7.3

οὐσίαν δὲ μικρὰν μέν, ἱκανὴν δὲ καὶ ταῖς δαπάναις ἐπαρκῆ κεκτημένος ἐθαυμάζετο μήτε μισθοὺς μήτε δῶρα προσιέμενος ἀπὸ τῆς συνηγορίας, μάλιστα δʼ ὅτε τὴν κατὰ Βέρρου δίκην ἀνέλαβε, τοῦτον γὰρ στρατηγὸν γεγονότα τῆς Σικελίας καὶ πολλὰ πεπονηρευμένον τῶν Σικελιωτῶν διωκόντων εἷλεν, οὐκ εἰπών, ἀλλʼ ἐξ αὐτοῦ τρόπον τινὰ τοῦ μὴ εἰπεῖν.1

他拥有的产业虽少,但足以维持各项开支,他因在辩护事务中既不收酬金也不受礼物而备受赞赏;尤其是在他接下针对维勒斯的诉讼时更是如此。因为此人曾任西西里大法官并作恶多端,在西西里人起诉他时,西塞罗将其定罪,并非通过演说,而在某种程度上正是通过不发一言。

§7.4

τῶν γὰρ στρατηγῶν τῷ Βέρρῃ χαριζομένων καὶ τὴν δίκην ὑπερθέσεσι καὶ διακρούσεσι πολλαῖς εἰς τὴν ὑστάτην ἐκβαλλόντων, ὡς ἦν πρόδηλον ὅτι τοῖς λόγοις ὁ τῆς ἡμέρας οὐκ ἐξαρκέσει χρόνος οὐδὲ λήψεται πέρας ἡ κρίσις, ἀναστὰς ὁ Κικέρων ἔφη μὴ δεῖσθαι λόγων, ἀλλʼ ἐπαγαγὼν τοὺς μάρτυρας καὶ ἐπικρίνας ἐκέλευσε φέρειν τὴν ψῆφον τοὺς δικαστάς. ὅμως δὲ πολλὰ χαρίεντα διαμνημονεύεται καὶ περὶ ἐκείνην αὐτοῦ τὴν δίκην.

因为众位大法官偏袒维勒斯,通过多次推迟与拖延将案件推至最后一日,显然当日的时间已不足以容纳演说,审判将无法得出结论;西塞罗于是起立,声称不需要演说,而是传唤证人并当场审验后,敦促审判官们进行投票。尽管如此,围绕那场诉讼,仍流传着他的许多机智之语。

§7.5

βέρρην γὰρ οἱ Ῥωμαῖοι τὸν ἐκτετμημένον χοῖρον καλοῦσιν. ὡς οὖν ἀπελευθερικὸς ἄνθρωπος ἔνοχος τῷ ἰουδαΐζειν, ὄνομα Κεκίλιος, ἐβούλετο παρωσάμενος τοὺς Σικελιώτας κατηγορεῖν τοῦ Βέρρου· τί Ἰουδαίῳ πρὸς χοῖρον; ἔφη ὁ Κικέρων. ἦν δὲ τῷ Βέρρῃ ἀντίπαις υἱὸς, οὐκ ἐλευθερίως δοκῶν προΐστασθαι τῆς ὥρας. λοιδορηθεὶς οὖν ὁ Κικέρων εἰς μαλακίαν ὑπὸ τοῦ Βέρρου, τοῖς υἱοῖς, εἶπεν, ἐντὸς θυρῶν δεῖ λοιδορεῖσθαι.2

因为罗马人把阉割过的公猪称作维勒斯。因此,当一个涉嫌遵行犹太习俗、名叫凯基利乌斯的被释奴隶出身者想要排挤西西里人而亲自控告维勒斯时,“犹太人与猪何干?” 西塞罗说道。此外,维勒斯有一个将届成年的儿子,被认为以不合自由人身份的方式出卖青春。因此,当西塞罗被维勒斯辱骂为柔弱女气时,“训诫儿子,”他说道,“理应在门内进行。”

§7.6

τοῦ δὲ ῥήτορος Ὁρτησίου τὴν μὲν εὐθεῖαν τῷ Βέρρῃ συνειπεῖν μὴ τολμήσαντος, ἐν δὲ τῷ τιμήματι πεισθέντος παραγενέσθαι καὶ λαβόντος ἐλεφαντίνην Σφίγγα μισθόν, εἶπέ τι πλαγίως ὁ Κικέρων πρὸς αὐτόν τοῦ δὲ φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, καὶ μὴν ἐπὶ τῆς οἰκίας ἔφη, τὴν Σφίγγα ἔχεις.

而当演说家霍尔滕西乌斯不敢公然为维勒斯辩护,但在评定赔偿金阶段被说服出庭并接受了一尊象牙斯芬克斯像作为酬金时,西塞罗对他作了含沙射影的讥讽;当霍尔滕西乌斯宣称自己不擅长解谜时,“可是你的家里,”西塞罗说道,“不是有斯芬克斯吗。”

语法注2 条
  1. 7.3ἐξ αὐτοῦ τρόπον τινὰ τοῦ μὴ εἰπεῖν

    介词 ἐκ 支配带有否定词 μή 的中性单数属格定冠词不定式结构 τοῦ μὴ εἰπεῖν。αὐτοῦ 作为强调指示形容词修饰该不定式短语,意为“正是通过不发一言本身”。此结构以反讽手法突出了定罪并非依靠雄辩演说,而是依靠彻底放弃长篇演说的诉讼策略。

  2. 7.5τοῖς υἱοῖς, εἶπεν, ἐντὸς θυρῶν δεῖ λοιδορεῖσθαι.

    λοιδορεῖσθαι 在此为中动态不定式,依从非人称动词 δεῖ 并支配与格(意为“辱骂/训斥某人”),τοῖς υἱοῖς 即为其与格补足语。全句意为“训斥儿子理应在门内进行”,借此巧妙地暗讽维勒斯自己的儿子行为不检、柔弱放荡,是家丑外扬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:7.1-7.6