← 普鲁塔克

西塞罗传

§6.1-6.5

西西里财务官任期与归途中的名声自省

西塞罗在西西里担任财务官期间施政公正并成功为贵族青年辩护,赢得了极高赞誉,但在返回罗马途经坎帕尼亚时却发现无人知晓他的去向,这使他清醒地反思并收敛了自己的野心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ἀποδειχθεὶς δὲ ταμίας ἐν σιτοδείᾳ καὶ λαχὼν Σικελίαν ἠνώχλησε τοῖς ἀνθρώποις ἐν ἀρχῇ σῖτον εἰς Ῥώμην ἀποστέλλειν ἀναγκαζομένοις. ὕστερον δὲ τῆς ἐπιμελείας καὶ δικαιοσύνης καὶ πρᾳότητος αὐτοῦ πεῖραν λαμβάνοντες ὡς οὐδένα τῶν πώποθʼ ἡγεμόνων ἐτίμησαν.

他在粮食匮乏时期被任命为财务官并抽得西西里,起初给当地人造成了困扰,因为他们被迫向罗马运送粮食。但后来,当他们切身体会到他的勤勉、公正和温和时,便以前所未有的敬意尊奉他,超过了以往任何一位长官。

§6.2

ἐπεὶ δὲ πολλοὶ τῶν ἀπὸ Ῥώμης νέων ἔνδοξοι καὶ γεγονότες καλῶς, αἰτίαν ἔχοντες ἀταξίας καὶ μαλακίας περὶ τὸν πόλεμον, ἀνεπέμφθησαν ἐπὶ τὸν στρατηγὸν τῆς Σικελίας, συνεῖπεν αὐτοῖς ὁ Κικέρων ἐπιφανῶς καὶ περιεποίησεν. ἐπὶ τούτοις οὖν μέγα φρονῶν εἰς Ῥώμην βαδίζων γελοῖόν τι παθεῖν φησι.1

当许多来自罗马的名门出身的高贵青年因战时违纪与怯懦的指控而被解送到西西里大法官面前时,西塞罗卓越地为他们辩护并使他们免受惩罚。因此,他深感自豪,在前往罗马的途中,据他说经历了一件荒唐事。

§6.3

συντυχὼν γὰρ ἀνδρὶ τῶν ἐπιφανῶν φίλῳ δοκοῦντι περὶ Καμπανίαν, ἐρέσθαι τίνα δὴ τῶν πεπραγμένων ὑπʼ αὐτοῦ λόγον ἔχουσι Ῥωμαῖοι καὶ τί φρονοῦσιν, ὡς ὀνόματος καὶ δόξης τῶν πεπραγμένων αὐτῷ τὴν πόλιν ἅπασαν ἐμπεπληκώς·2 τὸν δʼ εἰπεῖν· ποῦ γὰρ ἦς, ὦ Κικέρων, τὸν χρόνον τοῦτον;

因为在坎帕尼亚一带遇见一位看似朋友的显贵人士时,他便询问罗马人对他所做的事有何议论,又是如何看待的,自以为已经用自己所行事迹的声名与荣耀填满了整座城市。然而那人却说道: “这段时间你究竟在哪儿呢,西塞罗?”

§6.4

τότε μὲν οὖν ἐξαθυμῆσαι παντάπασιν, εἰ καθάπερ εἰς πέλαγος ἀχανὲς τὴν πόλιν ἐμπεσὼν ὁ περὶ αὐτοῦ λόγος οὐδὲν εἰς δόξαν ἐπίδηλον πεποίηκεν·3 ὕστερον δὲ λογισμὸν ἑαυτῷ διδοὺς πολὺ τῆς φιλοτιμίας ὑφεῖλεν, ὡς πρὸς ἀόριστον πρᾶγμα τὴν δόξαν ἁμιλλώμενος καὶ πέρας οὐκ ἐφικτὸν ἔχουσαν.

那时,他彻底心灰意冷,深感关于自己的传闻落入那座城市,犹如坠入无垠的大海,在声名上未产生任何显眼的效果。然而在随后反躬自省时,他大大削减了自己的野心,认为追求名声乃是在与无边无际且没有可及终点的事物角逐。

§6.5

οὐ μὴν ἀλλὰ τό γε χαίρειν ἐπαινούμενον διαφερόντως καὶ πρὸς δόξαν ἐμπαθέστερον ἔχειν ἄχρι παντὸς αὐτῷ παρέμεινε καὶ πολλοὺς πολλάκις τῶν ὀρθῶν ἐπετάραξε λογισμῶν.

尽管如此,过分乐于受人赞赏以及对名声过于热切的心态,终其一生都伴随着他,并且屡次扰乱了他的诸多明智判断。

语法注3 条
  1. 6.2γελοῖόν τι παθεῖν φησι

    受主要动词 φησι(他说)支配的不定式短语。后续的几个不定式(ἐρέσθαι、τὸν δʼ εἰπεῖν、ἐξαθυμῆσαι)皆作为间接引语的不定式延续,构成了转述西塞罗本人自传性回忆的句法框架。

  2. 6.3ὡς ὀνόματος καὶ δόξης τῶν πεπραγμένων αὐτῷ τὴν πόλιν ἅπασαν ἐμπεπληκώς

    ὡς 与分词 ἐμπεπληκώς 连用,表达主语主观上的预想或信念(“自以为已经充盈……”)。动词 πίμπλημι 支配被填满场所的宾格(τὴν πόλιν ἅπασαν)和所填事物的属格(ὀνόματος καὶ δόξης)。αὐτῷ 则是依附于完成时被动分词 τῶν πεπραγμένων 的施事者与格。

  3. 6.4εἰ καθάπερ εἰς πέλαγος ἀχανὲς τὴν πόλιν ἐμπεσὼν ὁ περὶ αὐτοῦ λόγος οὐδὲν εἰς δόξαν ἐπίδηλον πεποίηκεν

    在表达情感的动词 ἐξαθυμῆσαι(心灰意冷)之后由 εἰ 引导的从句,用来表示产生该情绪的原因(“想到……/眼见……”)。此外,在修饰分词 ἐμπεσών 的介词短语中,εἰς 不仅引出比喻(εἰς πέλαγος ἀχανὲς),其支配力量亦延伸至宾格名词 τὴν πόλιν,意指传闻如同坠入无垠大海一般落入罗马城。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:6.1-6.5