- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了西塞罗遵从德尔斐神谕起初在政坛谨慎行事,随后凭借法庭辩护声名鹊起,并向罗斯基乌斯和伊索普斯研习演说身势与表演技艺,但其过度的嘲讽也招致了刻薄的声誉。
ὁ γοῦν Κικέρων ἐλπίδων μεστὸς ἐπὶ τὴν πολιτείαν φερόμενος ὑπὸ χρησμοῦ τινος ἀπημβλύνθη τὴν ὁρμήν.1 ἐρομένῳ γὰρ αὐτῷ τόν ἐν Δελφοῖς θεὸν ὅπως ἂν ἐνδοξότατος γένοιτο, προσέταξεν ἡ Πυθία τὴν ἑαυτοῦ φύσιν, ἀλλὰ μὴ τὴν τῶν πολλῶν δόξαν, ἡγεμόνα ποιεῖσθαι τοῦ βίου.
总之,西塞罗满怀希望正欲投身政坛,却因一条神谕而挫伤了锐气。因为当他向德尔斐的神明求问如何才能获得最高的声誉时,皮提亚命他以自己的天性、而非大众的舆论作为一生的向导。
καὶ τόν γε πρῶτον ἐν Ῥώμῃ χρόνον εὐλαβῶς διῆγε καὶ ταῖς ἀρχαῖς ὀκνηρῶς προσῄει καὶ παρημελεῖτο, ταῦτα δὴ τὰ Ῥωμαίων τοῖς βαναυσοτάτοις πρόχειρα καὶ συνήθη ῥήματα, Γραικὸς καὶ σχολαστικὸς ἀκούων.2 ἐπεὶ δὲ φύσει φιλότιμος ὢν καὶ παροξυνόμενος ὑπὸ τοῦ πατρὸς καὶ τῶν φίλων ἐπέδωκεν εἰς τὸ συνηγορεῖν ἑαυτόν, οὐκ ἠρέμα τῷ πρωτείῳ προσῆγεν, ἀλλʼ εὐθὺς ἐξέλαμψε τῇ δόξῃ καὶ διέφερε πολὺ τῶν ἀγωνιζομένων ἐπʼ ἀγορᾶς.
因此,在罗马的最初一段时间里,他行事谨小慎微,对谋求官职犹豫不决,受人轻视,常常听到罗马最下层民众嘴边惯用的口头禅,被唤作“希腊人”和“书呆子”。然而,他本性雄心勃勃,在父亲和朋友们的激励下投身法庭辩护之后,他并非循序渐进地迈向首位,而是立即在声名上崭露头角,在广场上的竞争者中遥遥领先。
λέγεται δὲ καὶ αὐτὸς οὐδὲν ἧττον νοσήσας τοῦ Δημοσθένους πρὸς τὴν ὑπόκρισιν, τοῦτο μὲν Ῥωσκίῳ τῷ κωμῳδῷ, τοῦτο δʼ Αἰσώπῳ3 τῷ τραγῳδῷ προσέχειν ἐπιμελῶς. τόν δʼ Αἴσωπον τοῦτον ἱστοροῦσιν ὑποκρινόμενον ἐν θεάτρῳ τόν περὶ τῆς τιμωρίας τοῦ Θυέστου βουλευόμενον Ἀτρέα, τῶν ὑπηρετῶν τινος ἄφνω παραδραμόντος, ἔξω τῶν ἑαυτοῦ λογισμῶν διὰ τὸ πάθος ὄντα τῷ σκήπτρῳ πατάξαι καὶ ἀνελεῖν.4
据说他自己对于舞台表演艺术的痴迷也绝不下于德谟斯提尼,一方面悉心向喜剧演员罗斯基乌斯请教,另一方面向悲剧演员伊索普斯学习。关于这位伊索普斯,人们记载道,他在剧场扮演谋划惩罚梯厄斯忒斯的阿特柔斯时,因一名侍从突然从他身边跑过,他在激情的驱使下失去了理智,竟以权杖击中该侍从并将其打死。
οὐ μικρὰ δὲ πρὸς τὸ πείθειν ὑπῆρχεν ἐκ τοῦ ὑποκρίνεσθαι ῥοπὴ τῷ Κικέρωνι. καὶ τούς γε τῷ βοᾶν μεγάλα χρωμένους ῥήτορας ἐπισκώπτων ἔλεγε διʼ ἀσθένειαν ἐπὶ τὴν κραυγὴν ὥσπερ χωλοὺς ἐφʼ ἵππον πηδᾶν. ἡ δὲ περὶ τὰ σκώμματα καὶ τὴν παιδιὰν ταύτην εὐτραπελία δικανικὸν μὲν ἐδόκει καὶ γλαφυρὸν, χρώμενος δʼ αὐτῇ κατακόρως πολλοὺς ἐλύπει καὶ κακοηθείας ἐλάμβανε δόξαν.
在西塞罗那里,源于舞台表演与演说姿态的技巧对于说服力的助益着实不小。他讽刺那些动辄大声呼喊的演说家,说他们是因为力不从心才诉诸叫嚣,正如同跛足之人跃上马背一般。然而,他在嘲弄与戏谑中所表现出的这种机智,虽被认为切合法庭辩论且文雅洗练,但因其过度滥用,令许多人感到难堪,以致落下了刻薄的名声。
- 5.1ἀπημβλύνθη τὴν ὁρμήν
在被动语态动词 ἀπημβλύνθη 之后,τὴν ὁρμήν 作限制宾格(即关系宾格),指明主语西塞罗受到影响的具体方面(“锐气被挫伤”)。
- 5.2ταῦτα δὴ τὰ Ῥωμαίων τοῖς βαναυσοτάτοις πρόχειρα καὶ συνήθη ῥήματα, Γραικὸς καὶ σχολαστικὸς ἀκούων
ἀκούων 在此具有被动含义的惯用法(“被称为,听闻自己被称作”),并支配主格补足语 Γραικὸς καὶ σχολαστικός。前面的 ταῦτα δὴ... ῥήματα 则是对这两个称呼的前置同位语短语(宾格同位语)。
- 5.3τοῦτο μὲν Ῥωσκίῳ... τοῦτο δʼ Αἰσώπῳ
用作状语的副词性宾格相关结构(τοῦτο μὲν... τοῦτο δʼ,意为“一方面……另一方面……”),分别引导与格补足语 Ῥωσκίῳ 和 Αἰσώπῳ,从属于动词 προσέχειν。
- 5.3τόν δʼ Αἴσωπον τοῦτον ἱστοροῦσιν... ἔξω τῶν ἑαυτοῦ λογισμῶν διὰ τὸ πάθος ὄντα τῷ σκήπτρῳ πατάξαι καὶ ἀνελεῖν
由 ἱστοροῦσιν 所支配的“宾格加不定式”结构。宾格主语为 τόν δʼ Αἴσωπον τοῦτον,由分词 ὑποκρινόμενον 和 ὄντα 修饰,其谓语不定式为 πατάξαι καὶ ἀνελεῖν。中间插入的 τῶν ὑπηρετῶν τινος ἄφνω παραδραμόντος 为独立属格结构。
