← 普鲁塔克

西塞罗传

§4.1-4.5

在雅典与罗得岛的游学及修辞训练

西塞罗在雅典求学于安条克却依然坚持旧学园派立场;闻悉苏拉去世且身体康复后,他重新投身修辞与政治训练,巡游小亚细亚和罗得岛从师研习,并以卓越的希腊语演说赢得了阿波罗尼乌斯的惊叹与对希腊命运的慨叹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἀφικόμενος δʼ εἰς Ἀθήνας Ἀντιόχου τοῦ Ἀσκαλωνίτου διήκουσε, τῇ μὲν εὐροίᾳ τῶν λόγων αὐτοῦ καὶ χάριτι κηλούμενος, ἃ δʼ ἐν τοῖς δόγμασιν ἐνεωτέριζεν οὐκ ἐπαινῶν, ἤδη γὰρ ἐξίστατο τῆς νέας λεγομένης Ἀκαδημείας ὁ Ἀντίοχος καὶ τὴν Καρνεάδου στάσιν ἐγκατέλειπεν, εἴτε καμπτόμενος ὑπὸ τῆς ἐναργείας καὶ τῶν αἰσθήσεων, εἴτε, ὥς φασιν ἔνιοι, φιλοτιμίᾳ τινὶ καὶ διαφορᾷ πρὸς τοὺς Κλειτομάχου καὶ Φίλωνος συνήθεις τὸν Στωικὸν ἐκ μεταβολῆς θεραπεύων λόγον ἐν τοῖς πλείστοις.

来到雅典后,他师从阿斯卡隆的安条克,为其言辞的流畅与优雅所倾倒,却不赞成他在学说上的标新立异。因为安条克当时正逐渐脱离所谓的“新学园派”,背离卡尔内阿德斯的立场;这或许是因为他被事物的明晰性与感官的证据所折服,抑或如某些人所言,是出于同克莱托马库斯和斐洛的门徒争强斗胜与不和,转而在大多数学说上遵奉斯多亚派的观点。

§4.2

ὁ δὲ Κικέρων ἐκεῖνα ἠγάπα κἀκείνοις προσεῖχε μᾶλλον,1 διανοούμενος, εἰ παντάπασιν ἐκπέσοι τοῦ τὰ κοινὰ πράσσειν, δεῦρο μετενεγκάμενος τὸν βίον ἐκ τῆς ἀγορᾶς καὶ τῆς πολιτείας ἐν ἡσυχίᾳ μετὰ φιλοσοφίας καταζῆν.

然而,西塞罗却更喜爱并更关注昔日的旧说,他甚至盘算着,如果自己完全被排除在公共政务之外,就将生活从广场和政治中迁徙于此,在哲学陪伴下的安宁中度过余生。

§4.3

ἐπεὶ δʼ αὐτῷ Σύλλας τε προσηγγέλθη τεθνηκώς, καὶ τὸ σῶμα τοῖς γυμνασίοις ἀναρρωννύμενον εἰς ἕξιν ἐβάδιζε νεανικήν, ἥ τε φωνὴ λαμβάνουσα πλάσιν ἡδεῖα μὲν πρὸς ἀκοὴν ἐτέθραπτο, μετρίως δὲ πρὸς τὴν ἕξιν ἥρμοστο τοῦ σώματος, πολλὰ μὲν τῶν ἀπὸ Ῥώμης φίλων γραφόντων καὶ δεομένων, πολλὰ δʼ Ἀντιόχου παρακελευομένου τοῖς κοινοῖς ἐπιβαλεῖν πράγμασιν, αὖθις ὥσπερ ὄργανον ἐξηρτύετο2 τὸν ῥητορικὸν λόγον καὶ ἀνεκίνει τὴν πολιτικὴν δύναμιν, αὑτόν τε ταῖς μελέταις διαπονῶν καὶ τοὺς ἐπαινουμένους μετιὼν ῥήτορας.

但是,当苏拉去世的消息传达给他,且他的身体经过锻炼逐渐恢复、步入青春的壮健,嗓音经过调制也变得悦耳动听,并与身体的素质相得益彰,加之罗马的朋友们屡屡来信央求,安条克也多次力劝他投身公职,于是他再次如调校乐器一般整治自己的修辞技艺,重新唤醒政治才干,一方面通过练习勤奋自励,另一方面造访那些享有盛名的演说家。

§4.4

ὅθεν εἰς Ἀσίαν καὶ Ῥόδον ἔπλευσε, καὶ τῶν μὲν Ἀσιανῶν ῥητόρων Ξενοκλεῖ τῷ Ἀδραμυττηνῷ καὶ Διονυσίῳ τῷ Μάγνητι καὶ Μενίππῳ τῷ Καρὶ συνεσχόλασεν, ἐν δὲ Ῥόδῳ ῥήτορι μὲν Ἀπολλωνίῳ τῷ Μόλωνος, φιλοσόφῳ δὲ Ποσειδωνίῳ. λέγεται δὲ τὸν Ἀπολλώνιον οὐ συνιέντα τὴν Ῥωμαϊκὴν διάλεκτον δεηθῆναι τοῦ Κικέρωνος Ἑλληνιστὶ μελετῆσαι· τὸν δʼ ὑπακοῦσαι προθύμως, οἰόμενον οὕτως ἔσεσθαι βελτίονα τὴν ἐπανόρθωσιν·

为此,他泛舟前往小亚细亚和罗得岛;在小亚细亚的演说家之中,他同阿德拉米提翁的克塞诺克勒斯、马格内西亚的狄奥尼修斯以及卡里亚的梅尼普斯共同研讨,在罗得岛则求学于演说家莫隆之子阿波罗尼乌斯和哲学家波塞冬尼乌斯。据说阿波罗尼乌斯不通晓罗马语,便请求西塞罗用希腊语演说;西塞罗欣然遵从,认为这样能获得更好的指正。

§4.5

ἐπεὶ δʼ ἐμελέτησε, τοὺς μὲν ἄλλους ἐκπεπλῆχθαι3 καὶ διαμιλλᾶσθαι πρὸς ἀλλήλους τοῖς ἐπαίνοις, τὸν δʼ Ἀπολλώνιον οὔτʼ ἀκροώμενον αὐτοῦ διαχυθῆναι καὶ παυσαμένου σύννουν καθέζεσθαι πολὺν χρόνον, ἀχθομένου δὲ τοῦ Κικέρωνος εἰπεῖν· σὲ μὲν, ὦ Κικέρων, ἐπαινῶ καὶ θαυμάζω, τῆς δὲ Ἑλλάδος οἰκτείρω τὴν τύχην, ὁρῶν, ἃ μόνα τῶν καλῶν ἡμῖν ὑπελείπετο, καὶ ταῦτα Ῥωμαίοις διὰ σοῦ προσγενόμενα,4 παιδείαν καὶ λόγον.

当他演说完毕时,其余的人都大为惊异,争相予以赞扬,唯独阿波罗尼乌斯不仅在聆听时不动声色,在演说结束后亦长时间坐着陷入沉思;当看到西塞罗面露不快时,他开口道: “西塞罗啊,我对你由衷赞赏与钦佩,但我为希腊的命运感到悲哀,因为我看到,我们硕果仅存的美好事物——教化与雄辩,如今也通过你归于罗马人了。”

语法注4 条
  1. 4.2ἐκεῖνα ἠγάπα κἀκείνοις προσεῖχε μᾶλλον

    指示代词 ἐκεῖνα / ἐκείνοις 指涉前文所述的卡尔内阿德斯及新学园派旧说,与紧接在前的安条克的新说(向斯多亚派倾斜)相对立。此处运用远指代词表示时间上在先的事物(“先前的那些教说”)。

  2. 4.3ἐπεὶ δʼ αὐτῷ Σύλλας τε προσηγγέλθη τεθνηκώς... αὖθις ὥσπερ ὄργανον ἐξηρτύετο

    由句首连词 ἐπεὶ 引导的复合长句。在到达主句谓语动词 ἐξηρτύετο 之前,从句内通过连接词 τε... καί... ἥ τε 并列了若干事实(苏拉死讯的传来、体力的恢复、嗓音的调治),并进一步附加了两组平行的独立属格结构(πολλὰ μὲν... γραφόντων καὶ δεομένων, πολλὰ δʼ Ἀντιόχου παρακελευομένου)。整个句子的主干为“ἐπεὶ [多重背景条件] ... αὖθις ... ἐξηρτύετο τὸν ῥητορικὸν λόγον”。

  3. 4.4λέγεται δὲ τὸν Ἀπολλώνιον... δεηθῆναι... τὸν δʼ ὑπακοῦσαι... τοὺς μὲν ἄλλους ἐκπεπλῆχθαι

    由非人称动词 λέγεται 统辖的带不定式的宾格结构(间接引语)贯穿并延续至后文。宾格主语与相应不定式包括:τὸν Ἀπολλώνιον(搭配 δεηθῆναι)、τὸν δέ(搭配 ὑπακοῦσαι)、演说后的反应 τοὺς μὲν ἄλλους(搭配 ἐκπεπλῆχθαι 和 διαμιλλᾶσθαι)以及随后出现的 τὸν δʼ Ἀπολλώνιον(搭配 διαχυθῆναι、καθέζεσθαι 和 εἰπεῖν)。整则轶事均处于间接引语的统属之下。

  4. 4.5ἃ μόνα τῶν καλῶν ἡμῖν ὑπελείπετο, καὶ ταῦτα Ῥωμαίοις διὰ σοῦ προσγενόμενα

    分词 προσγενόμενα 是受动词 ὁρῶν 支配的宾格补充从属分词。前面的关系分句 ἃ μόνα τῶν καλῶν ἡμῖν ὑπελείπετο(“留给我们的唯一美好事物”)被指示代词短语 καὶ ταῦτα(“甚至连这些”)承接并加以强调,其具体内涵在句末由同位语 παιδείαν καὶ λόγον(“教化与雄辩”)揭示。καὶ ταῦτα 为表示追加与递进强调的习惯用法(“而且连这……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:4.1-4.5